Ancient Greek · ~3 min
Paragraph 70
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 70
Not analysed yet
Ἀλλ᾿ οὐδὲ κλητικήν φαϲιν ἔχειν τὸ ἄλλοϲ, καθότι αἱ ἀντωνυμίαι, ἐκεῖνοϲ καὶ αὐτόϲ. —Καὶ τοῦτο ληρῶδεϲ. εἰ γὰρ ἡ κλητικὴ κλῆϲιϲ τοῦ πέλαϲ, ὅπερ ἐϲτὶ δεύτερον πρόϲωπον, πῶϲ οὐχὶ βίαιον τὸ ἀφανιϲτικὸν τῶν προϲώπων ἐϲ δευτέρου προϲώπου γένεϲιν μεθίϲταϲθαι; —«Ἀλλὰ καὶ τὸ οὐδέτερον εἰϲ ο ἔληξε, καθότι τὸ αὐτό καὶ τὸ ἐκεῖνο ἀντωνυμίαι ὄντα.» Τοῦτο ἁμάρτημα φωνῆϲ, ὅπερ κατωρθοῦτο ἐν τῷ ϲυνθέτῳ, τὸ ὀφειλόμενον ν προϲλαμβάνον· ἔξαλλον γὰρ καὶ περίαλλον. —«Τὴν γενικὴν πληθυντικὴν περιϲπῶϲι Δωριεῖϲ, ἐπεὶ καὶ τὰϲ τοιαύταϲ τῶν ἀντωνυμιῶν· τουτῦν γὰρ καὶ τηνῶν, οἱϲ ὅμοιον καὶ τὸ ἀλλῶν». Ἀλλ᾿ οὐκ εἴ τι ἐν διαλέκτοιϲ παρὰ τάϲιν ὠλιγώρηται, τοῦτο καὶ τῆϲ ποιότητοϲ τῆϲ λέξεωϲ ἐϲτέρηται· ἴϲωϲ δὲ καὶ τὸ ἐλλειπὲϲ τῆϲ εὐθείαϲ ἀνεπλήρωϲαν Δωριεῖϲ, ὡϲ ἀπὸ ὀξυτόνου εὐθείαϲ ἑνικῆϲ περιϲπῶντεϲ.