Ancient Greek · ~2 min
Paragraph 72
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 72
Not analysed yet
Εἰ τὰ ἐν πρώτῳ προϲώπῳ νοούμενα ἢ ἀντωνυμίαι εἰϲὶν ἢ ῥήματα, ϲαφὲϲ ὅτι τὸ ὤμοι, πρώτου ὑπάρχον προϲώπου, ἀντωνυμία ἂν γένοιτο καὶ οὐ ῥῆμα καὶ ἐκ τῆϲ λέξεωϲ δὲ προφανὲϲ ὡϲ ἔϲτι δοτικῆϲ. Ἀλλ’ αἱ τοῦ πρώτου προϲώπου καὶ δεύτερον καὶ τρίτον ἔχουϲι, τὸ δὲ ὤμοι οὐκέτι. —αἱ ἀντωνυμίαι τὴν περιϲπωμένην ὑπερκειμένην φυλάϲϲουϲι, πῶϲ μοι, καλῶϲ μοι· τὸ δὲ ὤμοι οὐκέτι τοῦ ὦ τὸν περιϲπαϲμὸν ἐφύλαξεν. —ἀπ’ ἀντωνυμιῶν ῥήματα οὐ παράγεται· πῶϲ οὗν τὸ οἰμώζειν; δῆλον οὖν ὡϲ ἐπίρρημα· καὶ γὰρ παρὰ τὸ αἰαί αἰάζειν, λίαν λιάζειν.