Ancient Greek
Paragraph 73
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 73
Not analysed yet
Ἴϲωϲ δόξει μάχεϲθαι τὸ μὴ ἐπὶ πᾶν πρόϲωπον ϲυντείνειν, καθάπερ τὰ ἄλλα ἐπιρρήματα, καλῶϲ γράφειϲ καὶ γράφεῖ, Ἑλληνιϲτὶ λέγειϲ καὶ λέγει. Ἀλλὰ τὰ ϲχετλιαψτικὰ τῶν ἐπιρρημάτων, ἐξ αὐτοπαθείαϲ ἐκπεμπόμενα, αὐτὸ μόνον τοῦ ὑποκρινομένου προϲώπου τὸ λυπηρὸν παρίϲτηϲι, τὴν δ᾿ ἐπὶ τὰ ἄλλα πρόϲωπα μετάβαϲιν ἀπήρνηται. τοῦτο γὰρ ἦν καὶ τὸ δόξαν πρώτου προϲώπου ἔμφαϲιν δηλοῦν. εὐήθειϲ. οὖν οἱ ϲολοικιϲμὸν φάϲκοντεϲ ἐν τῷ ὤμοι ἐγὼ δειλόϲ (ε 299).