Ancient Greek · ~2 min
Paragraph 74
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 74
Not analysed yet
Ϲυμβέβηκε τῶν ἀντωνυμιῶν ἃϲ μὲν ὀρθοτονεῖϲθαι, τουτέϲτι τὸν κατὰ φύϲιν τόνον ἔχειν, ἃϲ δὲ ἐγκλίνεϲθαι, ὧν τὸ τέλοϲ, λέγω δὴ τῶν ἐγκλινομένων, ἢ φύϲει ὀξύνεται ἢ δυνάμει, ὡϲ τὰ περιϲπώμενα. ἐν αὑτοῖϲ γὰρ ἔχει ὀξεῖαν. ἥτιϲ μεθίϲταται κατὰ τὴν ἄρχουϲαν ϲυλλαβήν, ὡϲ ἐπὶ τῶν τετραχρόνων, ἥρπαϲέ τιϲ ἥμων, ἢ κατὰ τὸ τέλοϲ τῆϲ ὑπερκειμένηϲ λέξεωϲ, ὡϲ ἐπὶ τῶν ἐλάττοναϲ χρόνουϲ ἀναδεξαμένων, τοῦ τονικοῦ οὐκ ἐμποδίζοντοϲ, ἀνθρώποιϲ μοι, τίϲ τάρ ϲφωε (Α 8).