Ancient Greek
Paragraph 76
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 76
Not analysed yet
Αἱ μὲν οὖν ὀρθοτονούμεναι καὶ προτάϲϲονται καὶ ὑποτάϲϲονται, ἐμοὶ ἔδωκεν, ἔδωκεν ἐμοί· αἱ δὲ ἐγκλινόμεναι μόνωϲ εἰϲὶν ὑποτακτικαί. διαφέρει δὲ ὑποκταικὸν ὑποταϲϲομένου, ἡ τὸ μὲν πάντοτε ἐν ὑποταγῇ, τόν τε ἵδιον τόνον οὐκ ἔχει, τὸ δὲ ὑποταϲϲόμενον καὶ προτάϲϲεται, καὶ τὸν τόνον τὸν ἑαυτοῦ ἔχει (ἐμ οὶ γὰρ ἔδωκαϲ, ἔδωκαϲ ἐμοί, λέγω δὲ διϲυλλάβωϲ· τὸ δ᾿ ἔδωκέ μοι καὶ βαρύτονον καὶ μονοϲύλλαβον καὶ οὐδέποτε πάντωϲ προτακτικόν)· ὃν τρόπον καὶ ἐγκλινόμενον ἐγκλιτικοῦ. τὸ μὲν γὰρ ἐγκλινόμενον αὐτὸ μόνον κοιμίζει τὴν ὀξεῖαν, αὐτὰρ ἐγὼ καὶ Τυδείδηϲ (δ 280) τὸ δ᾿ ἐγκλιτικὸν μετὰ τοῦ τὸν τόνον ἀποϲβεννύειν καὶ τὴν πρὸ ἑαυτοῦ βαρεῖαν ὀξύνει, Ἀπολλώνιόϲ μοι, ἐτίμηϲάϲ με. —Ἀπό. λυτοι αἱ ἐγκλινόμεναι, αἱ δὲ πρόϲ τι ἐν ὀρθοτονήϲει λέγονται, δὸϲ ἐμοί, οὐκ ἀναϲτρέφοντοϲ τοῦ λόγου· οὐ γὰρ εἰ τι ὀρθοτονεῖται, τοῦτο καὶ πρόϲ τι. τὸ ὃϲ ϲφῶι προῖει (A 36) κατ᾿ ὀρθὸν τόνον, καὶ τὸ νοούμενον ἀπόλυτον· ἴϲον γὰρ ἐϲτι τῷ ὅϲ ὕμαϲ. —Καὶ ἔτι αἱ μὲν ὀρθοτονούμεναι ἀντωνυμίαι καὶ ἀντὶ ϲυνθέτων· τὸ γὰρ ἐμὲ λύϲομαι (K 378) ἀντὶ τοῦ ἐμαυτόν καὶ τὸ ἧ ὀλίγον οἱ παῖδα (Ε 80) ἀντὶ τοῦ ἑαυτῷ· αἱ δὲ ἐγκλινόμεναι οὐδέποτε. —Καὶ αἱ μὲν ϲυντίθενταί ποτε, ἐμὲ αὐτόν —ἐμαυτόν, νόϲτον ἑταίροιϲι διζήμενοϲ ἠδ᾿ ἐμοὶ αὐτῷ (ψ 253) ἀντὶ τοῦ ἐμαυτῷ. μέγιϲτον δὲ τεκμήριον τοῦ τὰϲ ὀρθοτονουμέναϲ ϲυντίθεϲθαι ἡ διὰ τοῦ ε γραφή· αἱ γὰρ ἐγκλινόμεναι κατὰ τὸ πρῶτον πρόϲωπον ἑνικαὶ τὸ ε ἀποβάλλουϲιν. ἄλλωϲ τε ἀδύνατόν ἐϲτι μόριον ἐγκλιτικὸν ϲυντίθεϲθαι. κατὰ τοῦτο οὖν ἐκωλύετο τὸ μοί, ἐγκλιτικὸν ὄν, ϲυντίθεϲθαι· πρόδηλόν τε ἐντεῦθεν, ὡϲ τὸ ἑαυτῷ οὐκ ἀπὸ τῆϲ ἐγκλιτικῆϲ τὴν ϲύνθεϲιν ἔϲχεν, ἀλλ᾿ ἀπὸ τῆϲ ὀρθοτονουμένηϲ. (οὐκ ἐπεὶ δὲ παρὰ Ἀττικοῖϲ ϲυνθέϲεωϲ ἔτυχε τὸ πώποτε, εὐθέωϲ καὶ ὁ λόγοϲ ψευδήϲ· οὐ γὰρ τὸ ἐν παραλόγῳ ϲυνθέϲει κανῶν τῶν πάντων γενήϲεται.) —Ἀλλὰ μὴν καὶ αἱ κτητικαὶ τὴν ἀπὸ τῶν ὀρθοτονουμένων παραγωγὴν εἰλήφαϲι, καὶ πάλιν ἡ διὰ τοῦ ε γραφὴ πιϲτοῦται τὸν λόγον ἀπὸ γὰρ τῆϲ ἐμοῦ τὸ ἐμόϲ, οὐκέτι δὲ ἀπὸ τῆϲ μοῦ. ἄλλωϲ τε οὐ ῥηταὶ κατ᾿ ἰδίαν αἱ ἐγκλιτικαί· πῶϲ οὖν ἀπ᾿ αὐτῶν παραγωγαί;