Ancient Greek
Paragraph 77
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 77
Not analysed yet
Ὀρθοτονοῦνται μόνωϲ αἱ τῆϲ εὐθείαϲ. καὶ τούτου αἴτιον τὸ ἐν τοῖϲ ῥήμαϲιν ἀναπληροῦϲθαι τὸ τῶν ἐγκλινομένων εὔχρηϲτον, ὅ ἐϲτιν ἑνὸϲ μόνου προϲώπου παραϲτατικόν, ὑπὲρ οὗ ἐντελέϲτερον εἴρηται ἐν τοῖϲ προδιειλεγμένοιϲ. Ἀλλὰ μὴν καὶ αἱ γένουϲ παραϲτατικαὶ κατὰ πάϲαν πτῶϲιν, ὑποϲτελλομένηϲ τῆϲ αὐτόϲ κατ᾿ αἰτιατικήν, ὑπὲρ ἧϲ εἰρήϲεται κατὰ τὴν οἰκείαν τάξιν. Αἱ μέντοι ὑπολειπόμεναι, καθὸ δεικτικαί, μόνωϲ καὶ ὀρθοτονοῦνται, εἴγε καὶ ἡ δεῖξιϲ ἐν διαϲτολῇ προϲώπων γιγνομένη οὔ ποτε ἀνίηϲι τὸν τόνον, μᾶλλον δὲ ῥώννυϲιν. αἱ γοῦν διὰ τοῦ ῑ ἐπεκτεινόμεναι καὶ ἔτι τὴν δεῖξιν ἐπιτείνουϲαι καὶ τὸ τέλοϲ ὀξύνουϲιν, ἐκεινοϲί, οὑτοϲί. καὶ δῆλόν ἐϲτιν, ὡϲ ἕνεκα τῆϲ δεικτικῆϲ ἐκφορᾶϲ ἡ τοιαύτη ἐπέκταϲιϲ, τῷ μὴ τὴν αὐτόϲ ἐπεκτείνεϲθαι, καθὸ οὐδὲ ὅλωϲ δεικτική.