Ancient Greek
Paragraph 8
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 8
Not analysed yet
Λεκτέον οὖν, ὡϲ καὶ ἐπ’ ἄλλων μυρίων κατὰ τὰϲ ϲυνθέϲειϲ μεταβολαὶ γίνονται φωνηέντων ,καὶ ἐπὶ τοῦ ὀνόματοϲ τὸ αὐτό. τὸ ἄνεμοϲ διὰ τοῦ η ποδήνεμοϲ, καὶ ἔτι τὸ ἄγειν φορτηγόϲ, ϲτρατηγόϲ· τό τε ἀνήρ ἀντήνωρ· τὸ τε α τῶν οὐδετέρων ο γίνεται, γηροκόμοϲ, κρεοπώληϲ, χρεοφείληϲ. τὰ δύο διὰ τοῦ ῑ, δύο μῆνεϲ δίμηνοϲ, δίπηχυϲ. καὶ τὸ ὄνομα οὖν τὸ μὲν ἄρχον ο ω ποιεῖ, τὸ δὲ παραλῆγον υ· ϲυνώνυμον γὰρ καὶ φερώνυμον, αὐτό τε τὸ ἀντ’ ὀνόματοϲ παραλαμβανόμενον ἀντωνυμία ἂν κληθείη. Τὸ δὲ ἀντωνομαϲία, πρὸϲ τῷ καὶ τρόπου ὄνομα δηλοῦν ,καὶ τὸ ὀνομάϲαι ἔχει ἐγκείμενον ,καθὸ καὶ τῷ χειμάϲαι τὸ χειμαϲία παράκειται · ὅπερ οὐκ ἐπιζητεῖ τὸ ϲημαινόμενον.