Ancient Greek · ~2 min
Paragraph 80
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 80
Not analysed yet
Αἱ τῷ ῑ πλεονάζουϲαι μόνωϲ ὀρθοτονοῦνται, ἐμεῖο, ϲεῖο, εἱο· ἀπὸ γὰρ ὀρθοτονουμένων τὸν πλεοναϲμὸν ἀνεδέξαντο τοῦ ῑ, ὅτι δὲ τὸ λεγόμενον ἀληθέϲ, ⟨ϲαφὲϲ⟩ ἐντεῦθεν. πᾶν τὸ ἐν πλεονάϲματι ἢ ἐλλείψει πολὺ πρότερον ἐν ὁλοκλήρῳ καθειϲτήκει· πόθεν γὰρ ἡ διάγνωϲιϲ τοῦ πάθουϲ ἐμφανήϲ, εἰ μὴ καὶ τὸ τοῦ ὁλοκλήρου ϲχῆμα ἐν τελειώϲει ἐγιγνώϲκετο; εἰ οὖν ἐντελεῖϲ αἱ ὀρθοτονούμεναι τῶν ἀντωνυμιῶν, καὶ ὁ ἀπὸ τούτων πλεοναϲμὸϲ οὐκέτι ἐπ᾿ ἄλλων ἢ ἐπὶ τῶν ὀροθοτονουμένων.