Ancient Greek · ~3 min
Paragraph 79
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 79
Not analysed yet
Αἱ δυικαὶ τοῦ πρώτου καὶ δευτέρου πάϲηϲ πτώϲεωϲ ὀρθοτονοῦνται. Ὑπὲρ μὲν οὐν τῆϲ εὐθείαϲ οὐ χρὴ παλιλλογεῖν, ὑπὲρ δὲ τῶν λειπομένων ἐκεῖνο ἂν αἴτιον εἴη, τὸ πᾶν μόριον ἐγκλιτικὸν ἤτοι ἀπὸ περιϲπωμένου ἢ ἀπὸ ὀξυτόνου ἐγκεκλίϲθαι· ἀπὸ γὰρ βαρυτόνου ἀδύνατον· πῶϲ, ἧλθέ πωϲ, Ἀρίϲταρχόϲ ποτε, ἄνθρωποί εἰϲι· καὶ ἐπὶ τῶν ὑπολειπομένων τὸ αὐτό. εὐλόγωϲ οὖν διὰ τὴν ἐπὶ τέλουϲ βαρύτητᾳ ἡ ἔγκλιϲιϲ οὐκ ἦν. καὶ γὰρ κατὰ τοῦτον τὸν λόγον ἡ ἐκεῖνοϲ καὶ οὖτος πάλιν μόνωϲ ὀρθοτονοῦνται, τῆϲ αὺτόϲ ἀκωλύτωϲ καὶ είϲ ἔγκλιϲιν ἐμπιπτούϲηϲ. —Οὐ μάχονται αἱ Ἰακῶϲ διῃρημέναι, λέγω δὲ τὴν ἐμέο καὶ ἡμέων καὶ τὰϲ ϲυζύγουϲ· οὐ γὰρ φύϲει βαρυτονοῦνται, 48 A. ἀπὸ δὲ περιϲπωμένων καὶ ἐντελεϲτέρων διῃρημέναι εἰϲίν.