Ancient Greek · ~6 min
Paragraph 86
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 86
Not analysed yet
Αἱ ὑπολειπόμεναι καὶ ὀρθοτονοῦνται καὶ ἐγκλίνονται. Αἱ μὲν οὖν ὀρθὸν τόνον εἰληχυῖαι τὸ πλέον ἕνεκα ϲημαινομένου ὀρθοτονοῦνται, ἔϲθ᾿ ὅτε δὲ ἢ ϲύνταξιϲ ἡ τόποϲ ἢ ποιητικὴ ἄδεια ὀρθοτονοῦϲι τὰϲ ἀντωνυμίαϲ· καὶ ἐπὶ μὲν ϲυντάξεωϲ ἦ νύ ϲέ που δέοϲ ἴϲχει (6 812)· τὸ γὰρ ποῦ ἐγκλιτικὸν αἴτιον τοῦ τὴν ϲέ ὀξύνεϲθαι. ἐπὶ δὲ τόπου ἐμὲ δ᾿ ἔγνω καὶ προϲέειπεν (λ 91) ἀπολύτου γὰρ οὔϲηϲ τῆϲ ϲημαϲίαϲ, καθὸ καὶ ἔγνω δὲ ψυχή με ποδώκεοϲ Αἰακίδαο (λ 471), ὅμωϲ διὰ τὸ ἄρχον ἡ ἀντωνυμία ὠρθοτονήθη, εἴγε ἀδύνατόν ἐϲτιν ἐγκλινόμενόν τι ἀρκτικὸν θέϲθαι· πῶϲ γὰρ ἔτι ἐγκλινόμενον τὸ μὴ δυνάμενον τὸν ἴδιον τόνον ἐπί τι προκείμενον μεταθέϲθαι ἀλλὰ μὴν καὶ τὸ οὐκ ἐάϲουϲιν ἐμοὶ δόμεναι (φ 233) ὁμολογεῖ τὸν ὀρθὸν τόνον διὰ τῆϲ τοῦ ε γραφῆϲ, καὶ φαίνεται ὅτι διὰ ποιητικὴν ἄδειαν, τοῦ ϲημαινομένου οὐκ ἐπείγοντοϲ. Αἱ μέντοι ὑπολειπόμεναι τῶν ὀρθοτονουμένων ἔχουϲι πρὸϲ τὸ ϲημαινόμενον τὸ αἴτιον. ἰαὶ γενικὸν μὲν τὸ πρόϲ τι λαμβάνεϲθαι, ἰδικὸν δὲ ⟨τὸ⟩ ἀντιδιαϲταλτικῶϲ, ϲοὶ μὲν ἐγώ, ϲὺ δ᾿ ἐμοί (Δ 63)· ϲεῦ δ᾿ ἐπεὶ ἐξέλετο ψυχὴν (Ω 754)· πρὸϲ τὸ ἄλλουϲ μὲν γὰρ παῖδαϲ (Ω 751). ὅ τε προκατάρξαϲ χάριτοϲ καὶ παρὰ τὸ δέον παθῶν ὀρθῆ τάϲει προϲχρῆται, ἐμὲ ἐτόλμηϲαϲ λοιδορῆϲαι, ἐμφαίνων ὡϲ ἄλλον ἐχρῆν ἥπερ αὐτόν. ὅ τε ἀμοιβὴν ὔβρεωϲ αἰτῶν ὀρθῇ τάϲει πολλάκιϲ χρῆται, δεῖ ἐμοῦ ὁρῶντοϲ αὐτὸν αἰκίζεϲθαι, καὶ τοῦτο δὲ πάλιν ἐμφαίνει, ὡϲ οὐκ ἄλλου μᾶλλον ἢ ἐμοῦ.