Ancient Greek · ~2 min
Paragraph 87
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 87
Not analysed yet
Ἀλλὰ μὴν καὶ αἱ ϲυμπλεκόμεναι, καὶ ἐμοῦ, καὶ ἐμέ. πιϲτούϲθω δὲ ὁ λόγοϲ οὕτωϲ. εἰ ἐκτὸϲ τῆϲ ϲυμπλοκῆϲ ἡ ἀντωνυμία γένοιτο, πάντωϲ τότε καὶ ἀπόλυτοϲ γενήϲεται, δόϲ μοι καὶ Ἀπολλωνίῳ· εἰ δὲ ἀντιϲτραφήϲεται, πάντωϲ καὶ ὀρθοτονηθήϲεται, δὸϲ Ἀλπολλωνίῳ καὶ ἐμοί. ὅθεν τὸ καί μοι τοῦτ᾿ ἀγόρευϲον (δ 645) ἐγκλίνεται οὐ ϲυμπλακέν, τοῦ ἑξῆϲ ὄντοϲ καὶ τοῦτό μοι ἀγόρευϲον. καὶ ἔτι καί με φίληϲεν (1 481) καὶ ἐφίληϲέ με. καὶ τὰ τούτοιϲ ὅμοια. ὡϲ γὰρ αἱ ἀντωνυμίαι ού ϲυμπλεκόμεναί εὶϲιν, εἰρήϲεται μικρὸν ὕϲτερον.