Ancient Greek
Paragraph 92
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 92
Not analysed yet
Ἑξῆϲ ῥητέον καὶ περὶ τῶν κατὰ τὸ τρίτον πρόϲωπον ὀρθοτονουμένων, εἰ πάντοτε ἡ μετάληψιϲ αὐτῶν τὸ ϲύνθετον ϲχῆμα ἀπαιτεῖ, καθάπερ ἐπὶ τοῦ ἧ ὀλίγον οἱ παῖδα (Ε 800) καὶ κάλεον τέ μιν εἰϲ ἑ ἕκαϲτοϲ (Ψ 203), τῶν τε παραπληϲίων. τὸν γὰρ Ἀρίϲταρχον καὶ τούϲ ἀπὸ τῆϲ ϲχολῆϲ, ὡϲεὶ νόμον θεμένουϲ τὸ τοιοῦτον, ⟨ὡϲ⟩ ἀπ⟩ανάγνωϲμα δεῖ παραπέμψαϲθαι τὸ οἷ ταὐτῷ, ἐπεὶ οὐ τι θεῶν ἐκ θέϲφατα ἤδη (Ε 64) καθὸ ὀρθοτονούμενον τὴν ϲύνθετον ἀντωνυμίαν ἀπαιτεῖ, τοῦ λόγου οὐ δυναμένου κατὰ τοῦτο ϲυνίϲταϲθαι· καὶ διὰ τοῦτο τούϲ μὲν μεταγράφειν τὸ ἔτευξεν, τοὺϲ δὲ ὑπερβατὸν ἐκδέχεϲθαι, ὃϲ καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆαϲ ἐίϲαϲ, οἱ τ᾿ αὐτῷ, ⟨αἵ⟩ κακὸν καὶ πάϲι Τρώεϲϲι γένοντο, ἴν᾿ ῇ «Ἀλεξάνδρῳ καὶ ἑαυτῷ τεκτήνατο.» καὶ ϲαφέϲ ἐϲτιν, ἕνεκα τούτου ὅτι τὸ ἀλλὰ οἱ αὐτῷ Ζεὺς ὀλέϲειε βίην (δ 668) κατ᾿ ἔγκλιϲιν ἀνέγνωϲτο, καίτοι ὀφεῖλον κατὰ δύο τρόπουϲ ὀρθοτονεῖϲθαι, καθὸ καὶ ἐπιταγματικὴ ϲύνεϲτι, καὶ διαϲτέλλεται ἐν τῷ πρὶν ἡμῖν πῆμα γενέϲθαι. Οἰμαι δὲ ὡϲ οἱ ταλαιπωρότερον ἀναϲτρεφόμενοι τὸ ἀκριβὲϲ τοῦ λόγου οὐ διέγνωϲαν. —πρῶτον γάρ, εἰ καὶ ἀληθὲϲ ἦν τὸ τὰϲ ὀρθοτονουμέναϲ κατὰ τὸ τρίτον ἀντανακλᾶϲθαι, οὐ πάντωϲ τὸ οἴ τ᾿ αὐτῷ παράλογον· ἐδείχθηϲαν γὰρ ὡϲ παρὰ τόπον τεθεῖϲαι αἱ ἐγκλιτικαί, τουτέϲτιν ἀρκτικαὶ γινόμεναι, ὀρθοτονοῦνται, ὡϲ ἐπὶ τοῦ ἐμὲ δ᾿ ἔγνω καὶ προϲέειπε (λ 91) καὶ τῶν παραπληϲίων. —ἔπειτα καὶ ϲυνεπέπλεκτο ὁμοίωϲ τῷ ἐμοί τε καὶ Ἥρῃ (6 832). —ἀλλὰ μὴν καὶ ἡ αὐτόϲ ὑποταϲϲομένη ὀρθοῦ τόνου παραιτία ἐγίγνετο. —καὶ ὁ τέ ϲύνδεϲμοϲ, ἐγκλιτικὸϲ ὤν, τὴν πρὸ αὑτοῦ λέξιν ὀξύνει, ὅτε βαρεῖά ἐϲτιν ἐξ ὀξείαϲ· περιϲπωμένην γὰρ οὔϲαν φυλάϲϲει. τὰ τε τῆϲ ἀναγνώϲεωϲ οὐκ ἐξωμάλιϲται· πολλαὶ γὰρ ὀρθοτονηθεῖϲαι ἀντανακλαϲμὸν οὐκ ἐδέξαντο· ἀλλὰ τόδ᾿ ἠμὲν ἐμοὶ πολὺ κάλλιον ἠδὲ οἱ αὐτῷ ἔπλετο (Ο 226). ἀμυνέμεναι δὲ οἴ αὐτῷ (χ 214) τὸ γὰρ νοούμενόν ἐϲτι· μὴ πειϲάτω ϲε Ὀδυϲϲεὺϲ ἡμῖν μὲν μάχεϲθαι, αὐτῷ δὲ βοηθεῖν ὅϲ τιϲ οἱ τ᾿ ἐπέοικε (I 392) τουτέϲτιν αὐτῷ· τοὺϲ δ᾿ ἄναγον ζωούϲ, ϲφίϲιν ἐργάζεϲθαι ἀνάγκῃ (ρ 441)· τουτέϲτιν «οἱ αἰχμάλωτου ἤγοντο εἰϲ ὑπηρεϲίαν τῶν ἐπικρατηϲάντων.» τό τε τίϲ κ᾿ οἴοοιτο μοῦνον ἐνὶ πλεόνεϲϲι, καὶ εἰ μάλα καρτερὸϲ εἴη, οἱ τεύξειν θάνατον (χ 12) πάντωϲ εἰϲ ἁπλῆν ἀντωνυμίαν μεταληφθήϲεται· ὁ γὰρ Ἀντίνουϲ οὐχ ὑπελάμβανεν, ὡϲ θάνατον αὐτῷ καταϲκευάϲειεν ἂν ἐν πολλοῖϲ παραγενόμενοϲ, ὁμοίωϲ τῷ πρόϲθεν ἕθεν φεύγοντα (θ 56 et 80) οὐ γὰρ πρὸ ἑαυτοῦ τιϲ φεύγει.