Ancient Greek · ~1 min
Paragraph 91
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 91
Not analysed yet
Ὁμοίωϲ αἱ προθέϲειϲ παρατιθέμεναι ὀρθοτονοῦϲι, κατ᾿ ἐμέ, δι᾿ ἐμέ, περὶ ἐμοῦ. Διὸ καὶ τοῖϲ ἀξιοῦϲιν ὀρθοτονεῖν τὸ ϲὺν καὶ τρίτοϲ ἁμὶν ἀλύνταϲ παρὰ Θεοκρίτῳ (VIl, 2) ϲυγκαταθετέον. τὰ γὰρ ἐν ὑπερβατῷ κείμενα ὀφείλει τὸν λόγον ἀναδέχεϲθαι τῆϲ κατὰ φύϲιν ἀκολουθίαϲ, εἴγε πάλιν τὀ καί μοι καί με ἐνεκλίναμεν, καθὸ οὐ ϲυμπέπλεκται.