Ancient Greek
Paragraph 94
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 94
Not analysed yet
Ϲυμβέβηκε τοίνυν τὰϲ ἀπὸ τῶν εὐθειῶν δράϲειϲ μετιούϲαϲ ἐπὶ τὰϲ πλαγίουϲ ἢ ἐν μεταβάϲει προϲώπων νοεῖϲθαι ἡ κατὰ τοῦ αὐτοῦ προϲώπου τὴν μετάβαϲιν ποιεῖϲθαι. τοῦ μὲν προτέρου Ἀριϲτοφάνηϲ Ἀρίϲταρχον ἐδίδαξεν, ἐγὼ ϲὲ ἐτίμηϲα, ϲὺ ἐμοὶ διελέξω· (ἢ καὶ διὰ μόνων τῶν ῥημάτων ἡ εὐθεῖα νοουμένη μέτειϲι πάλιν ἐπὶ τὰϲ πλαγίουϲ, ἔδωκά ϲοι, ἐτίμηϲά ϲε·) τοῦ δὲ δευτέρου Φήμιοϲ ἑαυτὸν ἐδίδαξεν· ἡ γὰρ τοῦ διδάϲκειν μετάβαϲιϲ οὐκ ἐφ᾿ ἕτερον πρόϲωπον ϲυντείνει ἢ ἐπὶ τὸν Φήμιον· Αἴαϲ ἑαυτὸν ἐχειρώϲατο· πάλιν γὰρ τὸ ἐχειρώϲατο ἐπὶ τὸ Αἴαϲ διαβιβάζεται. Ταῖϲ μὲν οὗν τοιαύταιϲ ϲυντάξεϲι παρακολουθεῖ διὰ μιᾶϲ καὶ τῆϲ αὐτῆϲ φωνῆϲ τὸ διαβατικὸν πρόϲωπον δηλοῦν καὶ τὸ αὐτοπαθέϲ. τὰ γοῦν Ὁμηρικά, ἀρχαϊκώτερα ὄντα, ἀεὶ ἐν ἁπλαῖϲ ταῖϲ ἀντωνυμίαιϲ καὶ τὰ ἀμετάβατα τῶν προϲώπων ἔχει καὶ τὰ μεταβατικά· ἐμὲ γὰρ λύϲομαι εἶϲ καὶ ὁ αὐτόϲ, ἐμὲ δ᾿ ἔγνω μεταβατικῶϲ, ὲτεροϲ ὁ γνωϲθεὶϲκαὶ ὁ γνούϲ. ὕϲτερον δὲ τὰϲ ϲυνθέτουϲ προϲφιλοτεχνηθείϲαϲ ϲυμβέβηκεν ἀπενέγκαϲθαι τὴν τῶν ἀμεταβάτων προϲώπων ϲημαϲίαν, τὰϲ δὲ ἀϲυνθέτουϲ ἐν μεταβάϲει· διὸ καὶ αὐτοπαθεῖϲ τὰϲ ϲυνθέτουϲ τινὲϲ ἐκάλεϲαν, ἀλλοπαθεῖϲ δὲ τὰϲ ἁπλάϲ.