Ancient Greek · ~2 min
Paragraph 95
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 95
Not analysed yet
Τὰϲ μὲν οὖν κατὰ τὸ πρῶτον καὶ δεύτερον πρόϲωπον, ϲυνήθειϲ οὔϲαϲ, ϲυνέβαινε μηδεμιᾶϲ ζητήϲεωϲ τυχεῖν, ἅτε δὴ τῶν μὲν ἀϲυνθέτων μεταβατικῶν οὐϲῶν ν, τῶν δὲ ϲυνθέτων οὐ μεταβιβαζομένων εἰϲ ἕτερον πρόϲωπον. τὰϲ μέντοι κατὰ τὸ τρίτον ν, λέγω δὲ τὴν καὶ τὰϲ ϲυζύγουϲ, ἀτριβεῖϲ οὔϲαϲ, ϲυνέβη κατὰ τὸ παλαιὸν διὰ μιᾶϲ φωνῆϲ ἀμφοτέραϲ τὰϲ ϲυντάξειϲ δηλοῦν ν, διὰ τὸ τοὺϲ ποιητάϲ, τὸ πεπατημένον ἐκκλίνονταϲ, αὐταῖϲ κεχρῆϲθαι.