Ancient Greek · ~2 min
Paragraph 102
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 102
Not analysed yet
Διὰ τί ἄρθρον οὐ προϲλαμβάνει; Ὅτι τὰ πτωτικά, τοπικὴν ϲχέϲιν ϲημαίνοντα ἐκ προθέϲεωϲ, οὐ δύνανται παράθεϲιν ἄρθρου παραδέξαϲθαι, εἰ μὴ προϲτεθείη ἡ πρόθεϲιϲ οὔ φαμεν τῆϲ Λέϲβου παρεγενόμην, οὕτωϲ δέ, ἐκ τῆϲ Λέϲβου παρεγενόμην· καὶ ἔτι οὔ φαμεν τῷ οἴκῳ μένει με, ἐν δὲ τῷ οἴκῳ μένει με. εἰ δὲ τοῦτο ἀληθέϲ, ϲαφὲϲ ὅτι δεῖ πρότερον ἐπικαλέϲαι τὸ ἄρθρον τὴν πρόθεϲιν, εἶτα οὔτωϲ ἐγγενέϲθαι τὴν ϲχέϲιν. τούτου δὲ μὴ γενομένου, οὐδὲ τὸ ἄρθρον προϲελεύϲεται. Τοϲαῦτα περὶ τῶν προκειμένων ϲχημάτων.