Ancient Greek · ~2 min
Paragraph 101
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 101
Not analysed yet
Ἀλλὰ πῶϲ τὸ ὄνομα οὐ κλίνεται τὸ μετὰ τοῦ δέ; Ὅτι ἑκάϲτῃ πτώϲει κατὰ παράθεϲιν προϲιοῦϲα ἡ πρόθεϲιϲ ἴδιον ἔχει ϲημαινόμενον. διαφέρει γοῦν τὸ δἰ Ἀπολλωνίου τοῦ δἰ Ἀπολλώνιον, ῆ τὸ μὲν αἰτιολογικὸν ἀκούεται, ὃ δὲ τοιοῦτόν τι, γινώϲκοντοϲ Ἀπολλωνίου. ἦν οὖν τοπικὴ ϲχέϲιϲ ἐν τῷ οἰκον δέ, ἥ τιϲ αἰτιατικὴν πτῶϲιν ἀπαιτεῖ· ὅθεν οὐ κλίνεται, ἵνα μὴ τὸ ϲημαινόμενον φθαρῇ.