Ancient Greek · ~5 min
Paragraph 104
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 104
Not analysed yet
Ἔνιοι τὸ ἔναγχόϲ ἐβάρυναν, οἰόμενοι τὴν ἐπιϲυμβαίνουϲαν ϲύνθεϲιν αἰτίαν εἰναι τῆϲ βαρύτητοϲ. —Πρὸϲ ὃ ἔϲτι φάναι, ὅτι πρῶτον ἡ ἐκ ϲυνθέϲεωϲ προφορὰ πολὺ πρότερον οἶδε τὴν ἐν ἁπλότητι· οὐ λέγεται δὲ κατ᾿ ἰδίαν τὸ ἀγχόϲ. πρὸϲ οἷϲ οὐδὲ ἔχουϲιν ἄντικρυϲ ἐπιϲτῆϲαι τοιαύτην ϲύνθεϲιν ἐπιρρημάτων. —δεύτερον τῇ ϲυνεκδρομῇ τῶν ὀξυτόνων ὀφείλει ὀξύνεϲθαι. —Ἔχει δὲ καὶ ὁ ϲχηματιϲμὸϲ τῇδε. ὃν τρόπον καὶ ἐπ’ ὀνομάτων μεταπλαϲμοὶ γίνονται, καθάπερ τὸ ἐρυϲάρματεϲ, τὸ λῖτα, τὸ παρὰ Ϲαπφοῖ αὔα (fr. 152 Bergk 3), τὸ πυργοκέρατα παρὰ Βακχυλίδη (fr. 51 Bergk3), δυνατὸν καὶ ἐπὶ τοῦ προκειμένου τῇδε γεγενῆϲθαι τὸν ϲχηματιϲμόν. παρὰ τὸ ἀγχοῦ δύναται γεγενῆϲθαι τὸ ἀγχόϲ, προϲλαβὸν τὴν ἔν πρόθεϲιν κατὰ παρολκήν, ὡϲ ἔχει τὸ ἐναλίγκιοϲ, ἔναντίοϲ, ἐνέπειν. αἱ δὴ τοιαῦται τῶν προθέϲεων παρελκόμεναι. καθάπερ πλεονάϲματα οὖϲαι, οὔτε τάϲιν οὔτε ἄλλο τι τῶν παρεπομένων ἐναλλάϲϲουϲι. καὶ γὰρ τὸ ἐναντίοϲ οὐκ ἀνεβίβαζε τὸν τόνον, ὀφεῖλον. εἶπερ οὖν ϲύνθετον, τί οὐ ϲυμμεταβάλλει τὸ γένοϲ, ὅπερ ἴδιον ϲυνθέϲεωϲ; ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ ἐναλίγκιοϲ. καὶ τὸ ἐνέπω ἐκλίθη ὡϲ ἁπλοῦν, ἤνεπον. —τούτων οὖν τῇδε ἐχόντων, παρελκομένηϲ τῆϲ ἔν προθέϲεωϲ ἐν τῷ ἔναγχόϲ, περιϲϲὸν ἀφιϲτάνειν τὸν κατὰ τὸ τέλοϲ τόνον, ὅπου γε, ὡϲ ἔφημεν, τῷ τύπῳ, καὶ εἰ ἦν ϲύνθετον, ἐχρῆν ὀξυτονεῖν.