Ancient Greek · ~1 min
Paragraph 105
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 105
Not analysed yet
Οὕτωϲ ἔχει καὶ τὸ ϲυνεχέϲτερον λεγόμενον παῤ Ἴωϲι κηγχόϲ, ὃ ἐν δυϲὶ μέρεϲι λόγου, ἐξ Ἰωνικοῦ τε τοῦ κῇ ἀντὶ τοῦ πῇ, καὶ τοῦ μεταπεπλαϲμένου, λέγω τοῦ ἀγχόϲ, ἴϲωϲ ϲυναληλιμμένου τοῦ ᾱ εἰϲ τὸ η.