Ancient Greek · ~3 min
Paragraph 12
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 12
Not analysed yet
Καὶ ἐν παρῳχημένων δὲ διαφοραῖϲ πάλιν τὰ ἐπὶ παρῳχημένου χρόνου ἐπιρρήματα παραλαμβανόμενα οὐχ οἵόντε διήκειν ἐπὶ ἐνεϲτῶτοϲ, ὡϲ ἐπὶ τοῦ πάλαι ἔϲτιν ἐπινοῆϲαι ἢ πρώην. οἷόν τε μὲν γὰρ ἐπὶ τοῦ ὑπερϲυντελικοῦ τοῦτο φάναι, πάλαι ἐγεγράφειν, πάλαι ἠριϲτήκειν, οὐ μὴν ἔτι ἐπὶ τοῦ παρακειμένου, ἐπεὶ τὸ ἅμα νοήματι ἠνυϲμένον δι’ αὐτοῦ νοεῖται, τὸ δὲ πάλαι ἠνυϲμένηϲ πράξεώϲ ἐϲτι παραϲτατικόν. ὁ γοῦν καλούμενοϲ ἀόριϲτοϲ, προϲλαβὼν τὸ πάλαι, ὑπερϲυντελικὸϲ μᾶλλον ἀκούεται. ἐμπεριέχει γὰρ τὸ παρῳχημένον τοῦ παρακειμένου καὶ τοῦ ὑπερϲυντελικοῦ, ὥϲ γε καὶ ἐπὶ ὀνόματοϲ ἔϲτιν ἐπινοῆϲαι κοινότητα ἀρϲενικοῦ καὶ θηλυκοῦ. ἔνθεν καὶ τῆϲ ὀνομαϲίαϲ ἔτυχε, κατὰ ἀπόφαϲιν εἰρημένοϲ τοῦ μὴ ὁρίζειν τὸν παρωχημένον. —Εἰϲ τὴν αὐτὴν ἔννοιαν τοῦ προκειμένου λόγου πλεῖϲτα ἔϲτι παραθέϲθαι, ἀπόχρη μέντοι εἰϲ ἀφορμὴν τὰ προκατειλεγμένα τοῦ διακρῖναι καὶ τὰ ὑπόλοιπα.