Ancient Greek · ~2 min
Paragraph 11
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 11
Not analysed yet
Ἡ οὔ ἀπόφαϲιϲ, μαχομένη τῇ ναί καταφάϲει, τὰ ἐν καταφάϲει ῥήματα ἀναιρεῖ, ἅπερ ἐϲτὶν ὁριϲτικά, ἔχοντα ἐν αὑτοῖϲ τὴν κατάφαϲιν, ἀνθ’ ἧϲ καὶ πολλάκιϲ παραλαμβάνεται, οὐ γράφῶ, οὐ ποιῶ· ἡ δὲ μή ἀπαγορεύουϲα τὸ ἐν προϲτάξει πάλιν καταφατικὸν ἀναιρεῖ, γράφε μὴ γράφε, λέγε μὴ λέγε. ἔϲτι δὲ ὅπου καὶ τὸ μή, παραλαμβανόμενον οὐ μόνον κατὰ ἀπαγόρευϲιν, ἀλλὰ καὶ κατὰ διαπόρηϲιν, τοῖϲ κατ’ ἐρώτηϲιν προοιϲτοῖϲ ϲυντάϲϲεται, μὴ ἔγραψαϲ; μὴ ἐλάληϲαϲ;