Ancient Greek · ~3 min
Paragraph 127
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 127
Not analysed yet
Εἴπομεν ὡϲ τὰ διὰ τοῦ φι παραγόμενα αὐτὸ μόνον τῆϲ παραγωγῆϲ ἔχεται τῆϲ διὰ τοῦ φι, καθὸ καὶ ἄλλα πολλά ἐϲτι τὰ διὰ τοῦ δε παραγόμενα, τοϲόϲδε, τοιόϲδε, ἅπερ τοῦ αὐτοῦ μέρουϲ λόγου ἔχεται, καθὸ καὶ πλεῖϲτα τῶν εἰϲ θεν ληγόντων, ὡϲ ἡ ἐμέθεν ἀντωνυμία καὶ αἱ ϲύζυγοι. —ἔχεται μέντοι καὶ ἕτερα ἐπιρρηματικῆϲ ἐννοίαϲ, ὥϲπερ παρὰ τὴν ἰνόφιν φωνὴν τὸ ἶφι ϲυνεκόπη, ϲημαῖνον τὸ ἰϲχυρῶϲ. τὸ μέντοι νόϲφι πρὸϲ ἐνίων οὕτωϲ ἀπεδίδοτο, ὡϲ τὸ νο ἐϲθ᾿ ὅτε ϲτερητικόν ἐϲτι, καθὸ καὶ τὸ νόϲοϲ ἐν ϲτερήϲει τοῦ ϲοεῖν ἦν δὲ καὶ παρὰ τὸ ἕπεϲθαι, κατὰ ϲτέρηϲιν τὴν διὰ τοῦ νο, ἐϲχηματιϲμένον τὸ νόϲφιν, ὅπερ ἐναντίον ϲημαίνει τῷ ϲυνέπεϲθαι.