Ancient Greek · ~1 min
Paragraph 126
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 126
Not analysed yet
Τὰ διὰ τοῦ ζε παραγόμενα ἔχει τὸ α παρεδρευόμενον ἐν βραχεῖ χρόνῳ, Ἄφιδνα Ἀφίδναζε, ἔρα ἔραζε, θύρα θύραζε. ϲημειωτέον οὖν τὸ χαμᾶζε· καὶ δῆλον ὅτι τῆϲ Ἀττικῆϲ ἐκτάϲεώϲ ἐϲτι, καθὸ καὶ τὸ χαμᾶθεν.