Ancient Greek · ~4 min
Paragraph 129
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 129
Not analysed yet
Τὰ εἰϲ ω λήγοντα ἐπρρήματα ϲημαίνει καὶ τὸ ἐν τόπῳ καὶ τὸ εἰϲ τόπον (τὴν γὰρ διὰ τοῦ θεν παραγωγὴν ἔχει τὸ ἐκ τόπου) λέγω δὲ ὅτι μάλιϲτα. ἃ ἀπὸ προθέϲεωϲ ἐϲχημάτιϲται, ἰϲοϲυλλαβεῖ μὲν ταῖϲ προθέϲεϲιν, ἐὰν ὧϲι διϲύλλαβοι, μιῇ δὲ πλεονάζει, εἰ εἶεν μονοϲύλλαβοι, ἐν λήξει τῇ εἰϲ ϲ ἢ φύϲει ἢ δυνάμει. τοῦ μὲν προτέρου ἀνά ἄνω, κατά κάτω· τοῦ δὲ δευτέρου πρόϲ πρόϲω καὶ εἴϲ εἴϲω. δυνάμει καὶ ἡ ἔξ εἰϲ ϲ λήγει· οὕτωϲ ἔχει τὸ ἔξω. φαμὲν οὖν ἄνω μένει Δίων, ἄνω ἀπέρχεται Ἀπολλώνιοϲ ἔξω μένει, ἔξω ἀπέρχεται (τὰ εἰϲ θεν τούτων ἐκ τόπου ἐϲτίν, ἔξωθεν παραγίνεται). —Ποία οὖν ἀλογία ἐν τῷ καὶ εἴϲω δόρπον ἐκόϲμει (η 13); («χρῆν γάρ »,φαϲίν, «ἔνδον »·) προαποδεδειγμένου τοῦ ὅτι δύο τοπικὰϲ ϲχέϲειϲ ϲημαίνει τὰ τοιαῦτα τῶν ἐπιρρημάτων. —ἐγώ γε μὴν ὑπολαμβάνω, ὡϲ μᾶλλον τὸ ἔνδον ἀλογώτερον καθέϲτηκεν. οὐδὲ γὰρ ἄλλο τι τῶν εἰϲ δον ληγόντων ἐπιρρημάτων τοπικόν ἐϲτι, ποιότητοϲ δὲ παραϲτατικόν. ἀπειρότερον οὖν ἀναϲτρέφοντεϲ ⟨περὶ⟩ τῶν τοιούτων ϲημαϲιῶν καὶ ἐπιμέμφονται τὸ εἴϲω δόρπον ἐκόϲμει (η 13).