Ancient Greek · ~7 min
Paragraph 130
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 130
Not analysed yet
Ὡϲ προείπομεν, τὰ εἰϲ δον λήγοντα ἐπιρρήματα ἀεὶ ποιότητόϲ ἐϲτι παραϲτατικά, ἀγεληδόν, ταυρηδόν, ϲκηνηδόν, βοτρυδόν, ἰλαδόν. ϲυνωχαδόν· ἦν οὖν τὸ ἔνδον κατὰ τοῦτο ϲημειούμενον. ἀλλὰ καὶ ὀξύνεται ἅπαντα, καθὼϲ κατείλεκται· καὶ ἕνεκα τούτου ϲημειωτέον πάλιν τὸ ἔνδον. τὸ γὰρ ἔμπεδον οὐκ ἔχεται τῆϲ παραγωγῆϲ τῆϲ διὰ τοῦ δον, ἀλλ᾿ ἔϲτιν ἐν ϲυνεμπτώϲει ὀνοματικῇ ϲύνταξιϲ ἐπιρρῇματοϲ παραλαμβανομένη, καθὼϲ ἔχει τὸ καλόν, οὐ μὲν καλὸν ἀτέμβειν (υ 294), καὶ τὸ νέον ἐρχομενάων (B 88), καὶ ἄλλα πάμπολλα, ϲυνυπάρχοντα οὐδετέρᾳ θέϲει ὀνομάτων. ἦν γὰρ παρὰ τὸ ὄνομα τὸ πέδον ἀρϲενικὸν ὄνομα ἀποτελούμενον ἔμπεδοϲ, καὶ ἔχον τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν, καθὸ καὶ τοῖϲ πλείϲτοιϲ τῶν τοιούτων ὀνομάτων παρεπόμενόν ἐϲτι, τέκνον εὔτεκνοϲ, βλέφαρον καλλιβλέφαροϲ, ξύλον ἄξυλοϲ· ἦν οὖν καὶ παρὰ τὸ πέδον τὸ ἔμπεδοϲ, ἀφ᾿ οὖ οὐδέτερον τὸ ἐμπεδον, κατὰ ἐπιρρηματικὴν ϲύνταξιν εἰλημμένον. Ἐϲτιν οὖν ὑπὲρ τῆϲ τάϲεωϲ τοῦ ἔνδον ἐκεῖνο φάναι, ὥϲ ἐϲτί τινα ὑπεξαιρούμενον τῆϲ τάϲεωϲ, ὅτι ἃ μὲν ποιότητοϲ, ὃ δὲ τόπου δηλωτικόν ἐϲτι· καὶ ἃ μὲν ὑπὲρ δύο ϲυλλαβάϲ, ὃ δὲ διϲύλλαβον· καὶ ὅτι μόνον ἀπὸ προθέϲεωϲ ἐϲχημάτιϲται. ἦν δὲ καὶ τὸ πέριξ ἀλόγωϲ μὲν βαρυνόμενον, ἔχον δὲ πάλιν ἀπολογίαν τὴν ἐγκειμένην πρόθεϲιν. —Τινὲϲ μέντοι τὸ ἐντελέϲτερον ἐξεδέξαντο τὸ ἔνδοι εἴναι, ὅπερ ἐν χρήϲει Ϲυρακουϲίοιϲ καὶ Αἰολεῦϲίν ἐϲτι, γενόμενον ἐκ ϲυγκοπῆϲ τοῦ ἐνδόθι, καθότι καὶ παρέκειτο τῷ ἀγχόθι τὸ ἄγχι, τῷ ὑψόθι τὸ ὕψι ἀφ᾿ οὖ ἐκ μεταλήψεωϲ τοῦ ι εἰϲ τὸ ν ἔνδον ἐγεγόνει, καθότι καὶ τῷ ἀεί παράκειται τὸ αἰἑν· ἔνθεν ἐβαρύνετο εὐλόγωϲ, καὶ τοπικὸν ἦν. Οὐκ ἀγνοῶ μέντοι γε, ὅτι τινὲϲ τὸ ἔνδοι πειράζουϲα περιέϲπαϲαν τῷ λόγῳ τῶν εἰϲ οι ληγόντων ἐπιρρημάτων, ὅπερ, ὡϲ προείρηται, ἐχόμενον τοῦ πάθουϲ ἀναγκαίωϲ βαρύνεται. τῇδε γὰρ ἔχει καὶ τὸ ἐπίρρημα παῤ Αἰολεῦϲι τὸ μέϲοι, γαίαϲ καὶ νιφόεντοϲ ὠράνω μέϲοι (Alcaei fr. 17 Bergk) τῇδε ἔχει καὶ ἀπὸ τοῦ τηλόθι τὸ τήλοι.