Ancient Greek · ~5 min
Paragraph 131
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 131
Not analysed yet
Ἔτι τὰ προκείμενα τῶν εἰϲ δον ληγόντων, ἀπὸ ὀνόματοϲ εἰϲ ἐπιρρήματα παρηγμένα, ἢ τῷ η παρεδρεύεται ἢ τῷ α, ϲκηνηδόν, ἀγεληδόνξ, ταυρηδόν, πανθυμαδόν, κατωμαδόν, ϲπανιάκιϲ ἀπὸ τῶν είϲ ξ ληγόντων, ὡϲ τὸ κλιμακηδόν, δονακηδόν. —ἐϲημειοῦτο πρὸϲ Τρύφωνοϲ (p. 53 Velsen) τὸ βοτρυδόν, ὅπερ διὰ τὴν φυλάϲϲουϲαν γὲνικὴν τὸ υ ἐδύνατο ἔχειν ἀπολογίαν. ϲχηματίζεται καὶ ἀπὸ μετοχῶν, ὡϲ τὸ ἐθελοντηδόν καὶ ἑκοντηδόν. καὶ ἔτι ἀπὸ ἐπιρρημάτων τοῦ λάθρᾳ τὸ λαθρηδόν, χωρὶϲ εἰ μὴ ὀνόματι τῷ λαθραῖοϲ παράκειται, ὥϲτε τὸ ἐντελὲϲ εἶναι λαθραιηδόν, καὶ ἐν ϲυγκοπῇ λαθρηδόν. καὶ παρὰ ῥῆμα ϲχηματίζεται, ἐκ μὲν βαρυτόνου τοῦ βρύχω τὸ βρυχηδόν· καὶ ἴϲωϲ τῷ κρυφῶ περιϲπωμένῳ παράκειται τὸ κρυφηδόν. τῷ πελάζω καὶ ἐμπελάζω παράκειται τὸ ἐμπελαδόν, τῷ ϲχέθω ϲχεδόν, τῷ κρίνω κριδόν καὶ διακριδόν, φαίνω φανδόν καὶ ἀναφανδόν, χαίνω χανδόν. μένει δὲ τὸ ν ἐπὶ τοῦ χανδόν καὶ ἀναφανδόν, καθὸ καὶ ἐν παρακειμένῳ τῷ πέφαγκα καὶ κέχαγκα, οὐ μὴν ἐν τῷ κέκρικα ἢ κέκλικα, ἀφ᾿ οὐ τὸ κριδόν καὶ διακριδόν, κλίνω κλιδόν καὶ παρακλιδόν. καὶ φαίνεται ὅτι τῷ μὲν βαίνω οὐ παράκειται τὸ ἐμβαδόν, μᾶλλον δὲ τῷ βῶ ἢ βίβημι, ὡϲ τῷ ἱϲτῶ ἴϲτημι τὸ ϲταδόν.