Ancient Greek · ~10 min
Paragraph 139
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 139
Not analysed yet
Ἤδη μέντοι ἔνια, ἅπερ καὶ ϲπανιώτατά ἐϲτιν, ἀνεδέξατο τὴν εἰϲ δε παραγωγὴν οὐκ οὖϲαν τοπικήν, κοινὴν δὲ καὶ ἄλλων μερῶν λόγου, οὐδὲν πλέον ϲημαίνουϲαν τοῦ ἀφ᾿ οὐ παρήχθη, εἴγε τοῖϲ οὕτωϲ ἐπεκτεταμένοιϲ παρεπόμενόν ἐϲτιν ἐν ἀνταποδοτικῷ μορίῳ καταγίνεϲθαι διὰ τοῦ τ, τοϲόϲδε, τοιόϲδε, τηλικόϲδε. οἷϲ ὅμοιον παρὰ τὸ ἡνίκα καὶ τηνίκα τὸ τηνικάδε, ἦμοϲ τῆμοϲ τημόϲδε. —χρὴ μέντοι νοεῖν, ὡϲ τὰ ἐπεκτεταμένα ἕξει τὴν ἀνταπόδοϲιν τοῦ τ, οὐ μὴν τὰ ἀνταποδοθέντα τὴν ἐπέκταϲιν ἔχει. ἰδοὺ γὰρ παρὰ τὸ ὄφρα καὶ τόφρα τὰ τῆϲ ἐπεκτάϲεωϲ οὐκ ἐγένετο· καὶ τὸ ἕωϲ καὶ ἔτι τέωϲ· ϲωϲ ὅτι καὶ ἐν ἄλλοιϲ ἐλλιπῆ ἐϲτι τὰ τοιαῦτα ϲχήματα. παρείπετο γὰρ τὸ τοιοῦτον τοῖϲ ἐπεκτεταμένοιϲ, καὶ ἐν πύϲμαϲι καταγίνεϲθαι ἃ δὲ ἐλλιπῆ πυϲματικῆϲ ἦν προφορᾶϲ —καὶ ἐκ τῆϲ ἀναϲτροφῆϲ δὲ τοῦ λόγου πάλιν ἐϲτί τινα ἀντικείμενα, ὡϲ παρὰ τὸ ὥϲ τὸ ὧδε οὐκ ἀρξάμενον ἀπὸ τοῦ τ, καὶ παρὰ τὸ ἔνθα τὸ ἐνθάδε. ὅτι γὰρ οὐκ ἔϲτι τῆϲ τοπικῆϲ παραγωγῆϲ, ϲαφὲϲ ἐντεῦθεν. τὰ τοπικὰ παραχθέντα μετὰ τοῦ ϲημαινομένου καὶ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ἄγραδε, οἴκαδε· τοῦτο δὲ οὐχ οὕτωϲ ἔχει. τὰ τοπικὰ παραχθέντα ἀποβολῇ τοῦ δε οὐκ ἀπολιμπάνει λέξιν ϲημαίνουϲάν τι, χωρὶϲ εἰ μὴ ἐκ παραγωγῆϲ μὲν μὴ εἴη, ἐκ δὲ ϲυντάξεωϲ τοῦ δέ ϲυνδέϲμου καὶ πτώϲεωϲ αἰτιατικῆϲ, ὡϲ τὸ Οὔλυμπον δέ καὶ τὰ ὅμοια. (καὶ διὰ τοῦτο ἀμφίβολον τὸ ἅλαδε. ὅπερ πάλιν τῷ ἐνθάδε οὐ παρακολουθεῖ). εἴπερ οὖν τὸ ἔνθα καταλιμπάνεται ὑποϲτελλομένου τοῦ δε, ἴδιον δ᾿ ἐϲτὶ τοῦτο τῶν διὰ τοῦ δε ἐπεκτεταμένων, τὸ πάλιν ἀποβολῇ τοῦ δε τὸ αὐτὸ ϲημαίνειν, ὥϲ γε ἔχει τὸ τηνικάδε καὶ τηνίκα, τημόϲδε καὶ τῆμοϲ, ὧδε ὥ, ὃ δὴ Δωρικόν ἐϲτιν, ὥτε χερνῆτιϲ γυνή (lyr. gr. III3 p. 1359 Bergk) καὶ ἐπὶ ὀνομάτων τοιόϲδε τοῖοϲ, τοϲόϲδε τόϲοϲ· τῆϲ προκειμένηϲ παραγωγῆϲ καὶ τὸ ἐνθάδε. εἶπερ οὖν ἴδιον τὸ τὴν πρὸ τέλουϲ ὀξύνειν, βραχεῖαν οὖϲαν, τῶν διὰ τοῦ δε παρηγμένων, τημόϲδε, τηνικάδε, τοιοῦτον ἄρα καὶ τὸ ἐνθάδε. πρόδηλον ὅτι καὶ τὸ ἐνθένδε τῆϲ αὐτῆϲ παρολκῆϲ ἐϲτιν· ὅπερ ὅλωϲ οὐδὲ τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνει. ἔτι ὃν τρόπον διαφέρει τὰ τοιαῦτα, καθὸ ὃ μέν ἐϲτι παρηγμένον διὰ τοῦ δε, ὃ δὲ ἐν δυϲὶ μέρεϲι λόγου, τὸν ἴδιον ἔχον τόνον καὶ τὸν τοῦ δέ, ὃ δὲ προϲέειπεν ἄνακτα (ξ 36), τοῦτον τὸν τρόπον καὶ τὸ ἐνθάδε διοίϲει τοῦ ἔνθα δ’ ἐνὶ Ϲκύλλη ναίει (μ 85) τὸ μὲν γὰρ παροξυνόμενόν ἐϲτι, τὸ δὲ προπαροξυνόμενον ἐν παραθέϲει τοῦ ϲυμπλεκτικοῦ ϲυνδέϲμου, ἔνθα δ’ ἔναιεν Αἴολοϲ Ἱπποτάδηϲ (κ 2).