Ancient Greek · ~3 min
Paragraph 138
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 138
Not analysed yet
Τὰ εἰϲ δε λήγοντα ἐπιρρήματα τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνει, οἴκαδε, ἄγραδε, ἄλαδε (καὶ ἐκ ϲυντάξεωϲ αἰτιατικῆϲ πτώϲεωϲ καὶ τοῦ δέ ϲυνδέϲμου ἀποτελεῖται, ϲχεδὸν μίμημα καθεϲτὸϲ τῆϲ προκειμένηϲ παραγωγῆϲ, οἶκον δέ, Οὔλυμπον δέ). —διὰ ταύτην τὴν ἀφορμὴν καὶ τὸ ὧδε ἀπηνέγκατο τὴν εἰϲ τόπον ϲχέϲιν, ὧδε ἦλθεν ὁ δεῖνα, καὶ τὴν ἐν τόπῳ κατὰ τὴν προκειμένην ϲυμπάθειαν τῶν εἰϲ τόπον καὶ ἐν τόπῳ, ὧ δἑ ϲε μένω. Ἴϲωϲ δόξει τὸ Ὁμηρικὸν ἔθοϲ ἀντικεῖϲθαι τῇ προειρημένῃ ϲυντάξει τοῦ τοπικοῦ ἐπιρρήματοϲ, ὡϲ παῤ αὐτῷ οὐ τοπικόν ἐϲτι, ποιότητοϲ δὲ παραϲτατικόν, καὶ ἰϲοδυναμοῦν τῷ οὕτωϲ· περὶ οὗ ἐξ ἐπικρίϲεωϲ ἐντελῶϲ εἴπομεν ἐν τῷ περὶ ἐπιρρημάτων, ὡϲ εἴη μὲν ἡ δέουϲα αὐτοῦ προφορὰ ϲημαίνουϲα τὸ οὕτωϲ, ἡ δὲ προκειμένη πολλὴ παράθεϲιϲ ἐπὶ τῶν τοπικῶν ἐπιρρημάτων ἀπηνέγκατο καὶ τὸ προκείμενον μόριον εἰϲ τὴν τοπικὴν ϲχέϲιν.