Ancient Greek · ~6 min
Paragraph 141
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 141
Not analysed yet
Τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα, ἡνίκα μὲν ἀπὸ προθέϲεωϲ παρῆκται, πάντωϲ ἐϲτὶ τοπικά, ὡϲ τὸ ἄνω καὶ τὰ ὅμοια· ἡνίκα δὲ ἀπ’ ὀνομάτων, τὴν τοῦ ὀνόματοϲ ϲχέϲιν παραλαμβάνει ἐπιρρηματικῶϲ νοουμένην. παρὰ τὸ τείνειν ὁ τόνοϲ εἴρηται, ἧϲ ἔχεται πάλιν ἐννοίαϲ τὸ τόνῳ· ἐπίταϲιν γὰρ ἐνεργήματοϲ ϲημαίνει. ὁμοίωϲ τὸ ἄνεωϲ ϲημαίνει τὸν ἄφωνον, λέγω ὀνοματικῶϲ, ἀφ’ οὐ πάλιν ἐπίρρημα πίπτει, τῆϲ αὐτῆϲ ἐννοίαϲ ἐχόμενον τὸ ἄνεῳ καὶ τὸ ἀναύδωϲ. καὶ δῆλον ὅτι τὸ κύκλῳ οὐ διὰ τῆϲ παραγωγῆϲ τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνει, ἀλλὰ καθὸ καὶ τὸ κύκλοϲ κατηγορεῖ ϲχέϲεωϲ τοπικῆϲ. ὁμοίωϲ καὶ τὸ πόρρω, Ἀττικώτερον ἐκταθέν, παρακείμενον τῷ πόροϲ, πάλιν τοπικῆϲ ἐννοίαϲ οὔϲηϲ. τά γε μὴν ἀπὸ προθέϲεωϲ παραχθέντα πάντοτε τοπικὴν ϲχέϲιν ἐπαγγέλλεται, ἴϲωϲ ὅτι καὶ αὐταὶ αἱ προθέϲειϲ, μετὰ καὶ ἄλλων ϲημαινομένων, τοπικὰϲ ϲχέϲειϲ παρεμφαίνουϲιν, ἀναβαίνει, καταβαίνει, καὶ μάλιϲτά γε ἐπὶ τῆϲ τῶν ῥημάτων ϲυνθέϲεωϲ, ὅτε καὶ αὐτὰ τὴν ἐν τόπῳ κίνηϲιν ϲημαίνει· ἐπὶ γὰρ τῶν πτωτικῶν καὶ ἄλλα πάμπολλα ϲημαίνει, κατὰ Κτηϲιφῶντοϲ, διὰ Τρύφωνα, περὶ ἐμοῦ. ἔϲτι δὴ τὰ ὑπόλοιπα ταῦτα, ἀνά ἄνω, κατά κάτω, πρόϲ πρόϲω, ἔϲ ἔϲω, ἔξ ἔξω. καὶ ἕκαϲτον τῶν προκειμένων ϲημαίνει καὶ τὴν εἰϲ τόπον ϲχέϲιν καὶ τὴν ἐν τόπῳ, ἄνω ἔρχομαι, ἄνω μένε· ἄττα, πρόϲω φέρε τόξα (φ 369) καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτό. πῶϲ οὖν ἄλογον καὶ τὸ εἴϲω δόρπον ἐκόϲμει (η 13), κειμένου τοῦ εἴϲω ὁμοίωϲ τοῖϲ ἄλλοιϲ κατὰ τήνδε τὴν ϲχέϲιν, καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰϲ τόπον,