Ancient Greek
Paragraph 142
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 142
Not analysed yet
δι’ εὐπετείαϲ τειχέων εἴϲω μολεῖν (Eur. Phoen. 262 Kirchhoff). Ἀλλά φαϲιν, ὡϲ ἐχρῆν φάναι ἔνδον. ὅπερ ἐκ τῶν ἐναντίων ἴϲωϲ ἄλογον, καθὸ πᾶν εἰϲ δον λῆγον ἐπίρρημα ποιότητόϲ ἐϲτι παρεμφατικόν, οὐ τόπου, βοτρυδόν, οἰακηδόν, ἀγεληδόν, δονακηδόν. πῶϲ οὖν οὐ γέλοιον τὸ μὲν ἔχον λόγον παραιτεῖϲθαι, τὸ δὲ ἄλογον καὶ κατὰ φωνήν, ὅτι μὴ ὀξύνεται, καὶ κατὰ τὸ δηλούμενον, ὅτι μὴ τὸ αὐτὸ τοῖϲ ἅπαϲι ϲημαίνει, ἀναλογώτερον εἰπεῖν; Ἔϲτιν ὑπὲρ τῆϲ χρήϲεωϲ ἐκεῖνα παραθέϲθαι, ὡϲ τὰ μὲν ἄλλα τῶν ἐπιρρημάτων, λέγω τὰ παρὰ τὰϲ προθέϲειϲ ἐϲχηματιϲμένα, οὐκ ἔχοντα ἕτερον τὸ παρακείμενον, δηλοῦν τὴν ἐν τόπῳ ϲχέϲιν, ἀνέμενε τὴν διϲϲὴν χρῆϲιν τῶν τοπικῶν· τὸ δὲ εἶϲω, ἔχον τὸ ἔνδον ἀντιπαρακείμενον, ἐδόκει ἀλόγωϲ τίθεϲθαι ϲημαῖνον τὴν τοῦ ἔνδον ϲχέϲιν. ὅπερ παντὶ μέρει λόγου παρακολουθεῖ τὸ διελἐγχεϲθαι εἰϲ ἀκαταλληλότητα, ὅταν ἑτέρα τιϲ χρῆϲιϲ ᾖ κατ’ ἰδίαν μόνον ϲημαϲίαν. τὸ γράφει οὐκ ἄν ποτε ἐπὶ πρώτου προϲώπου ἢ δευτέρου τεθείη, ἐπεὶ ἀπομεμέριϲται τὸ γράφω καὶ γράφειϲ εἰϲ τὰ πρόϲωπα· τὸ γράφειϲ δὲ οὕτε ἐπὶ πρώτου οὕτε ἐπὶ τρίτου, καθὸ ἀνεμερίϲθη τὰ τοιαῦτα. τά γε μὴν ἀπαρέμφατα, εἰϲ πρόϲωπα οὐ μεριϲθέντα οὐδ εἰϲ ἀριθμούϲ, οὐκέτι ἀκατάλληλα παρὰ τὴν τούτων ἀνωμαλίαν ἐϲτίν. ἔϲτιν εἰϲ τὸ τοιοῦτον πάμπολλα παραθέϲθαι. ἐξαιρέτωϲ οῦν ἀναμεριϲθὲν τὸ ἔνδον ἀναγκαίωϲ διελέγχει τὴν διϲϲὴν χρῆϲιν τοῦ εἴϲω. Ἀλλά φαμεν αὐτὸ ἠλογῆϲθαι, ὅπερ εἰχεν ὑπεξαίρεϲιν τοῦ μὴ ὅμοιον εἶναι τοῖϲ εἰϲ δον περατουμένοιϲ, πρῶτον ὅτι διϲύλλαβον, ἔπειτα μόνον ἀπὸ προθέϲεωϲ ἐϲχημάτιϲται, τῶν ἄλλων οὐ τῇδε ἐχόντων, ἀλλ’ ἐξ ὀνόματοϲ ἢ ῥήματοϲ παρηγμένων. πρόκειται δὲ ὅτι αἱ προθέϲειϲ, παραγόμεναι εἰϲ ἐπιρρηματικὴν προφοράν, τόπου ϲχέϲιν ἐπαγγέλλονται. εἰ οὖν μόνον ἀπὸ προθέϲεωϲ, μόνον καὶ τοπικὴν ϲχέϲιν ϲημαίνει, οὐκ ὀξυνόμενον, καθὸ τὸ πλέον πάλιν αἱ προθέϲειϲ ἐν βαρείᾳ τάϲει ἔχουϲι τὰ ἐπιρρήματα παραγόμενα.