Ancient Greek · ~8 min
Paragraph 144
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 144
Not analysed yet
Τὰ εἰϲ ου λήγοντα τὴν ἐν τόπῳ ϲχέϲιν ϲημαίνει καὶ μόνωϲ περιϲπᾶται, ὡϲ ἔχει τὸ αὐτοῦ. καὶ ἐκεῖνο ἐπιρρηματικόν ἐϲτιν, αὐτοῦ καὶ κριοῖο (Arat. Phaen, 225), ὑψοῦ δ᾿ ἐν νοτίῳ (δ 785). ἀγχοῦ, τηλοῦ. —καὶ ἐντεῦθεν δείκνυται, ὅτι τὸ ποῦ τὴν ἐν τόπῳ ϲχέϲιν ϲημαίνει, καθότι καὶ ἡ Ὁμηρικὴ ϲυνήθεια ὁμολογεῖ, καὶ κατὰ τὴν προειρημένην ϲυμπάθειαν τίθεται καὶ ἐπὶ ϲχέϲεωϲ τῆϲ εἰϲ τόπον, ποῦ ἀπέρχ πρόϲκειται Δώρια μὲν τὰ τοιαῦτα μεταποιούμενα, εἰ τὰ τῶν χοιρα γχᾶν (Sophr. fr. 86 Ahrens) πεῖ γὰρ ἁ ἄϲφαλτοϲ (Sophr. fr. 35 Ahrens)· αὐτοῦ αὐτεῖ. —τὸ ὅπου κατὰ τάϲιν οὐχ ἡμάρτηται. ἅπαντα γὰρ τὰ ἀοριϲτώδη ὑπὸ τοῦτον τὸν τόνον πίπτει. —παράκειται τὰ διὰ τοῦ θεν παραγόμενα, ϲημαίνοντα τὴν ἐκ τόπου ϲχέϲιν, ἀγχοῦ ἀγχόθεν, ὑψοῦ ὑψόθεν. τηλόθεν, αὐτόθεν, ὅθεν. τὸ πόθεν παρὰ τὸ ποῦ. αὕτη δέ ἐϲτιν ἡ παραγωγὴ καὶ ἐπ᾿ ὀνομάτων παραγομένη, Ἀθήνηθεν, θήβηθεν, ἀρχῆθεν, ἀγορῆθεν, οἴκοθεν. περὶ τῆϲ τούτων τάϲεωϲ καὶ γραφῆϲ εἴρηται ἰδίᾳ ἐν τῷ περὶ ἐπιρρημάτων. —καὶ φαίνεται ὅτι οὐ παρὰ τὸ ἑκάτεροϲ τὸ ἑκατέρωθεν, παρὰ δὲ τὸ ἐπίρρημα τὸ ἑκατέρωϲε, ἑκατέρωθεν γ, ἑτέρωθεν. καὶ πάλιν παρὰ τὸ ἄνω ἄνωθεν, ἔϲω ἔϲωθεν, κάτω κάτωθεν. —ἔϲτι καὶ παρὰ ἀντωνυμίαν παρηγμένα παρὰ Δωριεῦϲι, τουτόθεν, ὃ δὴ ϲυνήθωϲ ἀποκόπτοντεϲ τὴν λοιπὴν ϲυλλαβὴν ἐκτείνουϲιν εἰϲ τὸ ω, τουτῶ θάμεθα (Sophr. fr. 42 Ahrens), καθὸ καὶ παρὰ τὸ αὐτόθεν αὐτῶ ὁρῇϲ, Φύϲκα (Sophr fr. 45 Ahrens). οὕτωϲ ἔχει καὶ τὸ πῶ τιϲ ὄνον ὠναϲείται (Sophr. fr. 89 Ahrens) ὅτι γὰρ τὰ τοιαῦτα Δώρια ἐπιρρήματα, ϲαφὲϲ ἐκ τοῦ πάμπολλα μὲν εῖναι ἐπιρρήματα ἐκ τόπου εἰϲ θεν, μὴ μέντοι γε τὰ εἰϲ ω λήγοντα τὴν ἐκ τόπου ϲχέϲιν δηλοῦν· ἐκείνου γε προδήλου καθεϲτῶτοϲ, ὡϲ τὰ ἐγγινόμενα πάθη κατὰ τὰϲ ἑτεροιώϲειϲ τῶν διαλέκτων τῶν φωνῶν ἐϲτιν, οὐχὶ τῶν δηλουμένων. ὅθεν πρὸϲ τὸ ϲημαινόμενον τοῦ πόθεν ἔμεινε τὸ δηλούμενον ἐν τῷ πῶ καὶ τοῦ αὐτόθεν ἐν τῷ αὐτῶ.