Ancient Greek · ~6 min
Paragraph 145
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 145
Not analysed yet
Ἡ προκειμένη παραγωγὴ κατὰ τοῦ αὐτοῦ δηλουμένου παραλαμβάνεται, ἡνίκα ἀπ᾿ ἀντωνυμιῶν μέν φαμεν ἐμεῦ ἐμέθεν, ϲεῦ ϲέθεν. τὸ πλέον γὰρ αἱ ἀντωνυμίαι κατὰ πρόϲωπα ἐθέλουϲι παράγεϲθαι. ἀλλὰ φήϲει τιϲ· τί δέ, εί ἐπιρρηματικά ἐϲτι ϲχήματα, ἀπ᾿ ἀντωνυμιῶν γεγονότα; Πρὸϲ ὅν ἐϲτι φάναι, ὡϲ ϲχέϲιν τὴν τῶν ἐπιρρημάτων ἀποτελοῦϲιν, οὐχὶ ϲύνταξιν τῆϲ γενικῆϲ ἐπιρρηματικήν, εἴγε τὰ ὁπωϲδήποτε γενόμενα ἐπιρρήματα μιᾶϲ ἐννοίαϲ ἐϲτὶ παρεμφατικά, οὐ δεόμενα παραθέϲεωϲ προθετικῆϲ, αἱ μέντοι γενικαί, ἐχόμεναι ϲυντάξεωϲ τῆϲ πρὸϲ τὰϲ προθέϲειϲ, ταύταϲ καὶ ἀπολαμβάνουϲιν, ἀπὸ Ἀριϲτάρχου, ἐξ Ἀριϲτάρχου, ἐξ οἴκου, ἀπ᾿ οἴκου· ὁ αὐτὸϲ λόγοϲ ἐπὶ πάντων. οὐ μὴν ἔϲτι φάναι ἀπὸ Δηλόθεν, οὐδ᾿ ἀπ᾿ οἴκοθεν. ἔτι γε μὴν ἐπὶ τῶν προκειμένων ἀνθυπάγονται αἱ γενικαὶ τῶν ὀνομά τῶν, ὅπερ ἴδιον ἀντωνυμιῶν. ἀλλὰ καὶ ἐπ᾿ ὀνομάτων· ἀντὶ γὰρ γενικῆϲ τῆϲ Ἴδηϲ φαϲὶν Ἴδιθεν μεδέων (Γ 276). οὕτωϲ ἔχει καὶ τὸ εἴϲομαι δ᾿ ἐξ ἁλόθεν (Φ 335). ϲαφὲϲ ἐκ ϲυντάξεωϲ τῆϲ ἔξ· αὕτη γὰρ ἡ παραγωγὴ ἔχει ἐγκείμενον τὸ ἔξ. οὕτωϲ ἔχει καὶ τὸ ἐξ οὐρανόθεν (Θ 19). Μαὶ ἐξ ἐκείνων δὲ ϲυμφανέϲ, Αἴαϲ δ’ ἐγγύθεν (Η 219) οὐ γὰρ νῦν τὴν ἐκ τόπου ϲχέϲιν βούλεται δηλοῦν, τὴν δὲ εἰϲ τόπον. οὕτωϲ ἔχει καὶ τὸ ϲχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη (β 267). οὐ γὰρ ἐκ τοῦ ϲύνεγγυϲ τόπου, ὅπερ γέλοιον· τὸ γὰρ μέγιϲτον ἔξαλμα οὐρανὸϲ καὶ γῆ. ἐν ἴϲῳ οὑν ἐϲτι τῷ ϲχεδόν. ἐν τῷ περὶ Ἰάδοϲ τὸ τοιοῦτον ἀπεδείξαμεν.