Ancient Greek
Paragraph 147
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 147
Not analysed yet
Τὸ ῆχι τοπικὸν οὐ διὰ τὴν ἐπὶ τέλουϲ παραγωγὴν τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνει· ἔϲτι γὰρ παρολκὴ ὁμοία τῷ ναίχι, οὖ καὶ οὐχί. ϲαφὲϲ δὲ καὶ ἐξ αὐτῆϲ τῆϲ φωνῆϲ· ἡ γὰρ φυϲικὴ πρόταξιϲ τοῦ ἡ οὐκ ἂν ἐδαϲύνετο, καθὸ οὐδέποτε τὰ φωνήεντα πρὸ τοῦ χ δαϲύνεται. ὃν οὗν τρόπον ἰδίᾳ ῥητόν ἐϲτι τὸ ναί ,οὐ πάντωϲ ἐπιζητοῦν τὸ χι ,ὁμοίωϲ τὸ οὖ, τοῦτον τὸν τρόπον καὶ τὸ ἡ, ϲημαῖνον τὴν εἰϲ τόπον ϲχέϲιν, ἐντελέϲ ἐϲτι. —ϲαφὲϲ ἐκ τῶν ἀνταποδιδομένων ,οἱϲ οὐκέτι παρα κολουθεῖ τὸ ἐπεκτείνεϲθαι, λέγω τὸ τῇ καὶ πευϲτικῶϲ τὸ πῇ καὶ ἔτι τὸ ἀοριϲτωδῶϲ ὅπῃ, προϲτιθεμένου τοῦ ι, καθὼϲ καὶ ἡ παράδοϲιϲ ὁμολογεῖ, καὶ ὡϲ μᾶλλον τὰ τοιαῦτα ϲυμφέρεται φωνῇ πρὸϲ τὰϲ δοτικάϲ, ὡϲ ἔχει καὶ τὸ ταύτη πορευθῶ μεν. τὸ μέντοι πεῖ καὶ εἶ παρὰ Δωριεῦϲι χρὴ νοεῖν, ὅτι οὐ παράκειται τῷ πῇ καὶ ἔτι τῷ τῇ ἀνταποδοτικῷ, καθὸ τὴν ἐν τόπῳ ϲχέϲιν δηλοῦντα τῷ ποῦ μᾶλλον καὶ τῷ ὅπου ἀντιπαράκειται· τὸ γὰρ εῖ τὰ τῶν χοίρα γχᾶν (Sophr. fr. 86 Ahrens) ἐν ἴϲῳ ἐϲτὶ τῷ ὅπου, καὶ τὸ πεῖ γὰρ ά ἄϲφαλτοϲ (Sophr. fr. 35 Ahrens) ἐν ἴϲῳ τῷ ποῦ. ἄλλωϲ τε τὰ διὰ τοῦ ἡ ἐκφερόμενα τροπὴν μᾶλλον τὴν διὰ τοῦ α παραδέχεται ἢ τὴν διὰ τοῦ ει, πάντῃ παντᾷ, ἄλλῃ