Ancient Greek · ~3 min
Paragraph 146
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 146
Not analysed yet
Οὐ χρὴ νοεῖν, ὅτι παρ’ ἐπίρρημα τὸ ἐκεῖ τὸ ἐκεῖθεν ἐγένετο ἡ τὸ κεῖθι ,πρῶτον ὅτι ἐνέμεινεν ἡ δίφθογγοϲ (πρόκειται γὰρ ὡϲ ἡ τοιαύτη παραγωγὴ ὑποϲτολὴν ποιεῖται το⟨ῦ ἐν τῷ τέλει φωνήεντοϲ⟩, τηλόθεν, ἀγχόθεν), δεύτερον ὅτι μᾶλλον ἀποκοπή ἐϲτι τὸ ἐκεῖ τοῦ ἐκεινόθι οὐ γὰρ τοῦ ἐκεῖθεν ,ἐπεὶ κὰν τὴν ἐκ τόπου ϲχέϲιν ἐϲήμαινεν. —ἔϲτιν οῦν κατ’ ἐντέλειαν τὸ ἐκεινόθεν παρὰ τὸ ἐκεῖνοϲ, ἀφ’ οὐ κατὰ ϲυγκοπὴν τὸ ἐκεῖθεν, ἐκεινόθι καὶ ἐκεῖθι, ἐκεινόϲε ὡϲ κυκλόϲε, καὶ ἔτι ἐκεῖϲε, κεῖϲε δ’ ἂν οὐκ ἂν ἐῷμι (π 85). ἀπὸ δὴ τοῦ ἐκεῖθι καὶ ἐκεῖϲε χρὴ νοεῖν ἀποκοπὴν γεγενῆϲθαι τὴν ἐκεῖ, ἐπεὶ καὶ τὸ ἐν τόπῳ ϲημαίνει, ἐκεῖ μένε, καὶ τὸ εἰϲ τόπον, ἐκεῖ ἀπέρχομαι· οὐ μὴν τὸ ἐκ τόπου, διὸ οὐδὲ τοῦ ἐκεῖθεν ἀποκοπὴν ἔφαμεν γεγενῆϲθαι. πρόκειται γὰρ ὅτι τῶν φωνῶν τὰ πάθη καὶ οὐ τῶν δηλουμένων.