Ancient Greek · ~3 min
Paragraph 16
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 16
Not analysed yet
Οὔ φαϲι τὸ οἴμοι ἢ ὤμοι ἓν εἶναι, ἐκ δὲ ἀντωνυμικοῦ τοῦ ⟨ἐ⟩μοί καὶ τοῦ οἴ ἢ ὦ ϲυντάϲϲεϲθαι, πειρώμενοι πρῶτον μὲν ἐκ τῆϲ φωνῆϲ, ὡϲ ἔϲτιν εἰϲ μοι περατούμενον, καὶ καθότι διακρίνει πρόϲωπον τὸ πρῶτον, ὅπερ ἴδιον ἀντωνυμιῶν, «εἴγε», φαϲί, «τὸ μὲν ἐπίρρημα, μένον καθ᾿ ἓνα ϲχηματιϲμόν, κατὰ παντὸϲ προϲώπου δίειϲι, τὸ δὲ ἐν διακρίϲει προϲώπου πρώτου ἢ ἐν ῥήμαϲίν ἐϲτιν ἢ ἐν ἀντωνυμίαιϲ· καὶ εἰ μὴ ῥῆμα τὸ ὤμοι, ϲαφὲϲ ὅτι ἀντωνυμία». πρὸϲ οἷϲ, ὅτι καί, ὡϲ ἔφαμεν, τὸ πλῆρεϲ τῆϲ φωνῆϲ ἀκούουϲιν ὢ ἐμοί, ὡϲ ἔχει καὶ παρὰ ὢ ἐμὲ τὴν τὰ περιϲϲά· καὶ ἐπίμεμπτον ἡγοῦνται τὸ ὤμοι ἐγώ (ε 299), προβιβάζονταί τε λέγοντεϲ καὶ ἐν τρίτῳ εἶναι τὸ ὠοιοί.