Ancient Greek · ~8 min
Paragraph 17
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 17
Not analysed yet
Ἀλλ᾿ ἔϲτι πρὸϲ τούτουϲ τοὺϲ λόγουϲ φάναι. διότι μὲν οὖν τὰ ἐπιρρήματα ταῦτα οὐ μέτειϲι κατὰ πᾶν πρόϲωπον, ϲαφὲϲ γενήϲεται. —Καθόλου τὰ τοιαῦτα τῶν ἐπιφθεγμάτων, ἐξ αὐτοπαθείαϲ ἀναπεμπόμενα, τὴν περὶ τὸν λέγοντα μόνον πεῖϲιν ἀφηγεῖται, καὶ ἔνθεν οὐκ ἐπικοινωνεῖ δευτέροιϲ καὶ τρίτοιϲ. ἔφαμεν δέ, ὅτι οὐδὲ ἐπὶ ῥῆμα φέρεται. καὶ τὸ τοιοῦτον πάλιν ἐπελύετο, ὡϲ πᾶν πάθοϲ γίνεται ἔκ τινοϲ διαθέϲεωϲ, ἴδιον δὲ τῶν ῥημάτων διάθεϲιϲ, καὶ ἦν κατὰ τοῦτό γε πάλιν ἐπίρρημα τὸ ὤμοι, ἐπεὶ διάθεϲιν τὴν ἐκ ῥήματοϲ ἀναπεμπομένην εἶχε. καὶ ὡϲ μὲν οὐ δίειϲι κατὰ πᾶν πρόϲωπον, ϲαφέϲ. —Οὐδέποτε ἀντωνυμίαι διπλαϲιάζονται, τὰ δὲ ϲχετλιαϲτικὰ τῶν ἐπιρρημάτων· τοῦ γὰρ πάθουϲ ἐπιμένοντοϲ ἐπεκτείνεται, α αἴ αἴ, οἴ οἴ οἴ. ἐπὶ μὲν οὖν θρήνου αἰαί, οἰοί. τοιοῦτον δέ ἐϲτι καὶ τὸ οἰμοιμοῖ. —Ἡ οι δίφθογγοϲ μακρά ἐϲτιν ἐν ἀπτώτοιϲ, ὡϲ ἐπεδείχθη ἐν τῷ περὶ χρόνων, καὶ διὰ τοῦτο ἐπίρρημα μὲν τὸ ωμοι ὂν· παροξύνεται, ὄνομα δὲ προπεριϲπᾶται. εἴπερ ἄρα δύο μέρη λόγου τὸ ὤμοι ἦν, καὶ πάντωϲ ἡ τοῦ περιϲπωμένη ἐϲώζετο, εἴγε ἀμετάθετοι αἱ περιϲπώμεναι, κὢν ἐγκλιτικὸν ἐπιφέρηται κἂν ἀνέγκλιτον. ὡϲ ἂν οὖν ἡνωμένου τοῦ ϲχήματοϲ ἡ ὀξεῖα πρὸ τέλουϲ ἐϲτὶν ἐν τῷ ὤμοι. Πῶϲ δ᾿ οὐχὶ καὶ γέλοιον ἐν τῷ ὠοιοί τὸ οι ἐκ τρίτου ἀντωνυμικοῦ παρακεῖϲθαι; πῶϲ πάλιν δεδιπλαϲίαϲται; ποῦ ἡ δαϲεῖα τῆϲ ἀντωνυμίαϲ, ἢ ποῦ ἡ περιϲπωμένη ἡνίκα γὰρ οὐκ ἐγκλίνεται, περιϲπᾶται. καθάπερ οὗν τῷ πόποι τὸ παπαί παράκειται καὶ τῷ ὀτοτοῖ τὸ ἀταταῖ, οὕτωϲ καὶ τῷ ὠοιοί τὸ ὠαιαί, ὅπερ ϲυναλειφθὲν καὶ ἐν βαρείᾳ τάϲει γινόμενον παῤ Αἰολεῦϲίν ἐϲτιν ιᾤαι· διότι καὶ τὸ ι πρόϲκειται, κράϲεωϲ γενομένηϲ καὶ προϲλήψεωϲ. —Οὐδέποτε ἀπ’ ἀντωνυμιῶν τῶν κατὰ τὸ πρῶτον ἢ δεύτερον ῥήματα παράγεται (προϲτέθεικα δὲ δεύτερα. ἐπεὶ καὶ τὸ ἀπὸ τοῦ τρίτου παραγόμενον ἀπὸ ϲυνάρθρου ἐϲτὶ καὶ ταύτῃ ἄλογον, λέγω τὸ ϲφετερίζω)· ἀπὸ μέντοι ἐπιρρημάτων, ὡϲ παρὰ τὸ αἰαί τὸ αἰάζω καὶ. λίαν λιάζω. τάχα δὲ καὶ παρὰ τὸ οἰοί τὸ οἶζω ἐϲτί, καὶ καθ’ ἑτέραν παραγωγὴν καὶ διαίρεϲιν τῆϲ διφθόγγου τὸ ὀἶζω ὀϊζύω, ἔϲτι δὲ καὶ παρὰ τὸ οἴμοι οἰμώζειν ὅπερ ἴδιον ἐπιρρημάτων.