Ancient Greek · ~3 min
Paragraph 20
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 20
Not analysed yet
Ἔϲτι γοῦν καὶ τὸ ῥῆμα ὅτε φθάνει ποτὲ ἐπὶ τὴν εὐθεῖαν τοῦ ὀνόματοϲ, καὶ τὸ τηνικαῦτα καταλαβέϲθαι τὸ ἀπαρέμφατον, ὡϲ οὐκ ἔϲτιν εὐθείαϲ, ἀντιμετειλημμένον δὲ εἰϲ αἰτιατικήν. καὶ δι᾿ ἑτέρου δὲ ὑποδείγματοϲ ϲαφὲϲ γινέϲθω ἀπολείπει Ἀπολλώνιοϲ τὸν περίπατον. ἀλλὰ καὶ ὁ περίπατοϲ ἐν τῷ ῥήματι γινόμενοϲ αἰτιατικὴν μεταποιεῖ τὴν Ἀπολλώνιον, ὡϲ εἰ καὶ αὐτὸ τὸ δεῖ ἀντιμεταλάβοι ἀντὶ τοῦ λείπει, δεῖ Ἀπολλώνιοϲ τὸν περίπατον, ὡϲ εἴ τιϲ ἔλεγεν οὕτωϲ, δέεται τοῦ περιπάτου Ἀπολλώνιοϲ, καὶ ἀνάπαλιν. ἔϲτιν οὖν ὅτε μὲν ἐν εὐθείᾳ τὸ ἀπαρέμφατον, τὸ ϲυνὸν πτωτικὸν πάλιν ἐν αἰτιατικῇ οὕτωϲ, ἢ ἀνάπαλιν, δεῖ Ἀπολλώνιοϲ, τὸ γράφειν, ἐν οἷϲ αἰτιατικῆϲ γίνεται τὸ γράφειν. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ χρή, ϲυνωνυμοῦντοϲ τῷ δεῖ.