Ancient Greek · ~6 min
Paragraph 19
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 19
Not analysed yet
Ὅτι δὲ ῥήματά ἐϲτι τὰ προκείμενα μόρια, ϲαφὲϲ ἐντεῦθεν. —Πᾶν ἀπαρέμφατον ὄνομά ἐϲτι πράγματοϲ, καὶ εἰ ἔϲτιν εἰπεῖν, αὐτὸ τὸ γενικώτατον ῥῆμα τὸ παρυφιϲτάνον τὸ οὐκ ἐγγινόμενον ἐν προϲώποιϲ, τουτέϲτιν ὃ δηλοῖ τὸ ἀπαρέμφατον. ὅθεν καὶ κατὰ τοὺϲ δέονταϲ λόγουϲ ἄρθρου ἐϲτὶ προϲδεκτικά, ἐπεὶ ἅπαξ παρυφίϲταται ὀνοματικὴ κατηγορία τοῦ πράγματοϲ. κἀκεῖνο δέ ἐϲτιν ἀληθέϲ, ὡϲ τὰ ῥήματα θέλει ϲυντάϲϲεϲθαι τοῖϲ πτωτικοῖϲ ἢ ὡϲ πτωτικοῖϲ. καὶ δὴ τὰ προκείμενα τῶν μορίων, ῥήματα καθεϲτῶτα, ϲύνταξιν ποιεῖται τὴν εἰϲ τὰ ἀπαρέμφατα ὡϲ πτωτικά, ὅτε λέγομεν οὕτωϲ, δεῖ περιπατεῖν· ϲημαίνει γὰρ τὸ τοιοῦτον, λείπει ὁ περίπατοϲ. διὸ καὶ δοκεῖ μοι διὰ τοῦτο ἐπ’ αἰτιατικὴν φέρεϲθαι ὁ ϲχηματιϲμόϲ. ὅϲα γὰρ ἐπ’ εὐθείαϲ νοεῖται μετὰ ῥήματοϲ τοῦ ϲυνόντοϲ, ταῦτα τὴν ἐνέργειαν μετατίθηϲιν ἐπὶ τὴν αἰτιατικήν, τύπτει Διονύϲιοϲ Ἀπολλώνιον· ἔϲτι γὰρ ἡ διάθεϲιϲ ἀπὸ τοῦ τύπτειν ἐπ’ αἰτιατικὴν μετιοῦϲα τὴν Ἀπολλώνιον. κἂν ἐν δοτικῇ δέ ποτε ὁ ϲχηματιϲμὸϲ γένηται ἢ γενικῇ, πάλιν ἔϲτιν ἐπινοῆϲαι τὴν κατ᾿ αἰτιατικὴν ἔϲωθέν τινα δρᾶϲιν γινομένην, ὡϲ ἔχει τὸ Διονύϲιοϲ τέμνει Ἀπολλωνίῳ· τοιοῦτον γάρ τί ἐϲτι, τέμνει τι εἰϲ περιποίηϲιν Ἀπολλωνίου. —Καὶ ἡ διάθεϲιϲ οὖν ἡ τοῦ δεῖ ἐλλειπτικὴ μετὰ τοῦ ἀπαρεμφάτου ἐν εὐθείᾳ ϲυνταϲϲομένου μέτειϲιν ἐπὶ τὴν αἰτιατικήν, δεῖ γράφειν Ἀπολλώνιον, ἵνα ᾖ τι τοιοῦτον, λείπει τὸ πρᾶγμα τὸ ἐκ τοῦ γράφειν Ἀπολλώνιον. ὅπερ ὁ βίοϲ ὡϲ ἐπιτατικὸν μᾶλλον ἀνεδέξατο, ὅπερ οὐκ ἦν, ἀλλὰ ἔλλειψιϲ τοῦ πράγματοϲ, ὃ καὶ δέον ἦν ποιεῖν· καὶ ἐντεῦθεν ἡ δόκηϲιϲ τῆϲ ἐπιτάϲεωϲ.