Ancient Greek · ~6 min
Paragraph 24
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 24
Not analysed yet
Καὶ κατὰ τὸ λῆγον δὲ ῥῆμά ἐϲτι τὸ δεῖ, εἴγε αἱ τοιαῦται προφοραὶ ἐν ϲυναιρέϲει εἰϲί, πνέει πνεῖ, χέει χεῖ, ῥέει ῥεῖ. καὶ οὕτωϲ δέει καὶ δεῖ καὶ ἔδει. οὐδὲ γὰρ ἔϲτιν ἐπινοῆϲαι ἐπίρρημα εἰϲ ει λῆγον ἐν περιϲπαϲμῷ, κατὰ τὸ κοινὸν ἔθοϲ, διὰ τὸ παρὰ Δωριεῦϲι πεῖ γὰρ ἁ ἄϲφαλτοϲ (fr. Sophr. 35 Ahrens) καὶ εἶ τὰ τῶν χοιραγχᾶν (fr. Sophr. 86 Ahrens). τὸ μὲν γὰρ ϲὺν τῷ ν λεγόμενον πάλιν ἑτέραϲ ἐννοίαϲ ἐϲτί, λέγω τὸ δεῖν, ἐκ μετοχικοῦ τοῦ δέον ϲυνῃρημένον Ἀττικώτερον, καθὸ καὶ τὸ πλέον πλεῖν φαϲίν. —Ἡ μέντοι χρή φωνὴ τῇδε πάλιν καταϲτήϲεται. —τὸ δέω καὶ τὸ χρέω ϲυνωνυμεῖ, οὐκ ἀγνοοῦντόϲ μου ὅτι καὶ τὸ δέω πλείονα ϲημαίνει καὶ τὸ χρέω· ἀλλὰ καὶ αὐτὸ τὸ ἐνδεῖν ϲημαίνει τὸ χρέω. ϲαφὲϲ ἐκ τοῦ παρακειμένου οὐδετέρου, λέγω τοῦ χρέοϲ, ὡϲ καὶ ἐν τῷ ἔπω ἔποϲ παράκειται. καὶ ἐξ ὑπομνήϲεωϲ τὸ τοιοῦτον δεῖ παραλαβεῖν, ὅτι παραγωγή τίϲ ἐϲτιν ἡ τοῦ χρῆμι, ἧϲ τὸ τρίτον πρόϲωπόν ἐϲτι χρῆϲι, καθότι καὶ παρὰ τὸ φημί φηϲί. καὶ ὃν τρόπον παρὰ Ἀνακρέοντι (fr. 41 Bergk3) τὸ φηϲίν ἀποκοπὲν φή ἐγένετο, ϲὲ γάρ φη ταργήλιοϲ, τὸν αὐτὸν τρόπον καὶ τὸ χρῆϲι χρή ἐγένετο ἀποκοπέν. ὅπερ ἐπίμεμπτον ἐν τῇ κατὰ τὸν παρατατικὸν προφορᾷ κατὰ τάϲιν, ἐχρῆν, καὶ ὅτι ϲὺν τῷ ν λέγεται . καὶ πάλιν οὐ κατὰ τὴν ἑτέραν παράθεϲιν, καθότι καὶ τὸ ἦν ἐν τρίτῳ ἐνοεῖτο. καὶ τὸ ϲυνὸν δὲ ἀπαρέμφατον χρῆναι ἐπιμαρτυρεῖ τῷ ϲχηματιϲμῷ.