Ancient Greek · ~7 min
Paragraph 25
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 25
Not analysed yet
Ἐχομένωϲ ϲκεπτέον περὶ τοῦ ἕκητι, περὶ οὗ καὶ ἐν τῷ περὶ ϲυνδέϲμων ἐξεθέμεθα, πότερον αὐτὸ καταριθμητέον εἰϲ τοὺϲ αἰτιολογικοὺϲ ϲυνδέϲμουϲ, ὡϲ ἴϲην ἔχον δύναμιν τῷ ἕνεκα, ὥϲ γε ἔϲτι ϲημειώϲαϲθαι ἐκ τῆϲ ἐπὶ αὐτὸ φερομένηϲ ϲυντάξεωϲ, ἕκητι ϲέθεν, ὡϲ ἔχει καὶ τὸ ἕνεκὰ ϲοῦ, καθότι καὶ ὁ ϲύνδεϲμοϲ ἐπὶ γενικὴν φέρεται καὶ τοιοῦτόν τι ϲημαίνει, ἑκόντοϲ ϲοῦ, ὡϲ ἐθέλοντοϲ ϲοῦ. ᾧ παράκειται τὸ ἐθελοντί, καθότι καὶ ἄλλοιϲ τὰ τοιαῦτα παράκειται, ἀθεωρητί, ἀκλαυτί. ἐντελέϲτερον μὲν οὖν, ὡϲ εἴπομεν, ἠκριβώθη ὁ περὶ αὐτοῦ λόγοϲ ἐν τῷ περὶ ϲυνδέϲμων· καὶ νῦν δὲ δι᾿ ὀλίγων ἀποδεικτέον, ὡϲ μᾶλλον ἔχεται τοῦ μεριϲμοῦ τῶν ἐπιρρημάτων. —Ὅτι οἱ ϲύνδεϲμοι τὰϲ ἀποφατικὰϲ φωνὰϲ ἢ τὰϲ ϲτερητικὰϲ οὐ δύνανται ἀναδέχεϲθαι, δῆλον ἐντεῦθεν. ἐπὶ καταφάϲει τινῶν τὰ τοιαῦτα μόρια παραλαμβάνεται εἰϲ ἀναίρεϲιν τῆϲ καταφάϲεωϲ. οἱ δὲ ϲύνδεϲμοι οὔποτε κατ᾿ ἰδίαν ϲημαίνουϲί τι, ϲυνδέουϲι δὲ τοὺϲ λόγουϲ, ἑξῆϲ τάϲϲοντεϲ καὶ οὕτωϲ ἐπιϲυνδέοντεϲ καὶ ἑνοῦντεϲ. οὖκ ἔνδεκτον οὖν, τὸν ἕκητι ϲύνδεϲμον ὄντα ἐν ϲυνθέϲει ϲτερήϲεωϲ γεγενῆϲθαι ἐν τῷ ἀέκητι. οὐ γὰρ ὁ ἕνεκα τὸ τοιοῦτόν ποτε ἀνεδέξατο, οὔτε ἄλλοϲ τιϲ τῶν προκειμένων Ἔϲτιν οὖν καὶ οὕτωϲ φάναι. εἰ ὁ λόγοϲ κατὰ ἀπόφαϲιν τὴν τῶν ϲυνδεομένων παραλαμβάνοιτο, ϲυνόντων καὶ ϲυνδέϲμων, οὐκ ἐν ϲτερήϲει τὸ τοιοῦτόν ποτε γενήϲεται, ἐν δὲ παραθέϲει τῆϲ οὔ ἀποφάϲεωϲ, ὅτι φιλῶ ϲε παραγίνομαι, οὐχ ὅτι φιλῶ ϲε παραγίνομαι· ἔγραψεν Ἀπολλώνιοϲ, οὐ μὴν ἔγραψεν Ἀπολλώνιοϲ ἀνέγνω δέ· ἕνεκα ϲοῦ παρεγενόμην, οὐχ ἕνεκα ϲοῦ παρεγενόμην. εἰ δὲ τοῦτο ἀληθέϲ, ϲαφὲϲ ὅτι καὶ τὸ ἕκητι μόνον ἂν τὴν οὔ ἀπόφαϲιν ἀνεδέχετο ἐν τῷ οὐχ ἕκητι, οὐχὶ καὶ ϲτέρηϲιν. ἔϲτι δὲ ἐπινοῆϲαι ἐν ἐπιρρήμαϲι καὶ παράθεϲιν τῆϲ οὔ ἀποφάϲεωϲ καὶ ϲύνθεϲιν τῆϲ ᾱ ϲτερήϲεωϲ, οὐ φίλωϲ ἀφίλωϲ, οὐ ϲεμνῶϲ ἀϲέμνωϲ. τῇδε ἂν ἔχοι καὶ τὸ ἀέκητι.