Ancient Greek · ~2 min
Paragraph 27
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 27
Not analysed yet
Τρύφων (p. 32 Velsen) φηϲὶ καὶ διὰ τὸ ἀκατάϲτατον τοῦ τόνου μὴ ἔχεϲθαι αὐτὸ τοῦ κατὰ τὰ ἐπιρρήματα μεριϲμοῦ. τὰ γὰρ τοιαῦτά φηϲιν ὀξύνεϲθαι, ἀναιμωτί, ἀκονιτί, ἀδακρυτί, κἂν ᾖ ϲὺν τῷ ϲ, ἑλληνιϲτί δωριϲτί, αἰολιϲτί. Πάνυ δὲ ἀπόβλητοϲ ὁ λόγοϲ. οὐ γὰρ τὰ παρὰ πνεύματα ἢ τόνον ἢ τι τῶν παρεπομένων ταῖϲ φωναῖϲ ἐκφερόμενα περιγράφεται τοῦ δέοντοϲ μεριϲμοῦ. οὐ γὰρ ἐπεὶ μὴ δεόντωϲ τὸ πούϲ ὀξύνεται, οὐκ ὄνομα· ἢ ὅτι τὸ ἅπαξ βαρύνεται καὶ πέριξ, τῶν ἄλλων ὀξυνομένων οὐκ ἐπιρρήματα.