Ancient Greek · ~1 min
Paragraph 26
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 26
Not analysed yet
Ἀλλ᾿ ἴϲωϲ καὶ τὸ τοιοῦτον ἔχοι ἂν πάλιν ἐπίϲταϲιν, ὡϲ οὐ τὰ ἐν ϲτερήϲει τῶν ἐπιρρημάτων γινόμενα ἰδίᾳ ἐγένετο, ἐν μεταλήψει δέ ἐϲτι ϲυνθέτων τὸ γὰρ ἀφίλωϲ παρὰ τὸ ἄφιλοϲ, καὶ τὸ ἀϲέμνωϲ παρὰ τὸ ἄϲεμνοϲ. ἔνθεν καὶ μένει ὁ τόνοϲ ἐν τῷ ἀψευδῶϲ καὶ ἀϲαφῶϲ, εἴγε καὶ τὸ ἀψευδήϲ καὶ ἀϲαφήϲ ϲυνέμεινε κατὰ τάϲιν.