Ancient Greek
Paragraph 29
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 29
Not analysed yet
Καταϲτατέον οὖν τὰ τοῦ ϲχηματιϲμοῦ τῇδε. ἀπὸ ῥήματοϲ τοῦ ἀεκάζω, ᾧ ϲυνήθωϲ Ὅμηροϲ κέχρηται, πόλλ᾿ ἀεκαζομένη (Ζ 458) ἔπιπτεν ἐπίρρημα τὸ ἀεκαϲτί, καθότι τῷ ἰάζω παράκειται τὸ ἰαϲτί, ἑλληνίζω ἑλληνιϲτί. καὶ ἡ μὲν ὁλόκληροϲ προφορὰ τοιαύτη. ἐνδεήϲαντοϲ δὲ τοῦ ϲ, καὶ Ἰωνικώτερον μετατεθέντοϲ τοῦ ᾱ εἰϲ η, καθότι καὶ τὸ διπλάϲιον διπλήϲιον, ἀναγκαίωϲ καὶ τὰ τοῦ τόνου ϲυνανεβιβάζετο, καθ᾿ ὃν τρόπον καὶ ἄλλα μόρια, ἐνδεήϲαντα τοῦ ϲ, ἀνεβίβαζε τὸν τόνον, δεϲποϲτήϲ δεϲπότηϲ, ἐργαϲτήϲ ἐργάτηϲ, οὐταϲμένοι οὐτάμενοι, ϲυνεληλαϲμένοι ϲυνεληλάμενοι. αἴτιον γὰρ τὸ ϲ τῆϲ ὀξύτητοϲ ἐγένετο, ἐπεὶ τοῖϲ ἀπὸ ῥημάτων παραχθεῖϲιν ἐπιρρήμαϲι καὶ ὀξυνομένοιϲ ϲύνεϲτι τὸ ϲ, δωρίζω δωριϲτί, αἰολίζω αἰολιϲτί. τὸ δὴ οὖν αἴτιον τῆϲ ὀξύτητοϲ ϲ ἐν πάθει ὑπεϲτέλλετο, καὶ ἐπεὶ οὐκέτι ὅμοιον ἐγίνετο τοῖϲ προκειμένοιϲ, εἰϲ τὸν κοινὸν τῶν ἄλλων ἐπιρρημάτων τόνον μετῄει, ἅπερ ἐβαρύνετο, ὡϲ τό ὕψι, ἶφι, αὖθι. τὸ τοιοῦτον ἐντελέϲτατα ἐπιδεδείξεται, ὡϲ πᾶν ϲχῆμα λέξεωϲ, τὴν ὁμοιότητα τῶν προκειμένων μορίων ἀποβαλὸν ἐν πάθει, εἰϲ τὸν τόνον μεταβάλλεται τὸν δυνάμενον τὴν ὁμοιότητα τοῦ πάθουϲ ἀναδέξαϲθαι. ὥϲ γε ἔϲτιν ἐκ τῶν προκειμένων μορίων ἐκθέϲθαι. τὰ εἰϲ ϲτηϲ ῥηματικά ,ὅτε ἐϲτὶν ὑπὲρ δύο ϲυλλαβάϲ, ὀξύνεται, εἰλαπιναϲτήϲ, λιθαϲτήϲ, θεριϲτήϲ· τὰ δὲ διὰ μόνου τοῦ τηϲ ἐκφερόμενα μετὰ βραχείαϲ τῆϲ παρεδρευούϲηϲ βαρύνεται, οἰκέτηϲ, ἀρότηϲ, ἐλάτηϲ. ἔνθεν οὐ ϲυμμένει ἡ ὀξεῖα ἐπὶ τοῦ ἐργάτηϲ ἡ τοῦ ἐργαϲτήϲ, ἀλλ᾿ ἅπαξ ἂν ἀποβάλλῃ τὸ ϲ, ὅμοιον γινόμενον τῷ ἐλάτηϲ καὶ ἀρότηϲ, ϲὸν ἐκείνοιϲ καὶ βαρύνεται. —Καὶ ὡϲ μὲν παρῆκται κατὰ λόγον τῶν ἐπιρρημάτων, ϲαφὲϲ ἐγένετο.