Ancient Greek · ~14 min
Paragraph 30
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 30.1
Not analysed yet
Καταϲτατέον δὲ καὶ πῶϲ τὸ ἕκητι ἐγένετο. δόκηϲιν μὲν ἔχει προῦπάρχουϲαν τοῦ ἀέκητι, καθὸ τὰ ἁπλᾶ προυφέϲτηκε τῶν ϲυνθέτων. ἀλλ᾿ ἔϲτι γε ἀποδεῖξαι πάμπολλα ἁπλᾶ ἀπὸ ϲυνθέτων γεγονότα, ὡϲ ἔϲτι γε ἐπινοῆϲαι καὶ ἐπὶ τῶν κατὰ ϲύμπηξιν ϲωμάτων ἀποβολάϲ τινων μερῶν, ἁπλότητοϲ μὲν ἐχομέναϲ, δηλούϲαϲ δὲ τήν ποτε γενομένην αὐτοῖϲ ϲύμπηξιν, ὡϲ εἰ κλινιδίου ποὺϲ ἤ τι τοιοῦτον μερικόν τὸ ὑπόδειγμα ἐπὶ πολλὰ ϲυντείνει. ἔϲτιν οὖν τιϲ τρόποϲ καὶ τοιοῦτοϲ ἐν λέξεϲιν, ὃϲ δοκεῖ μὲν ἁπλοῦϲ εἶναι, ὑπόμνηϲιν δὲ ἔχει τοῦ ἐκπεπτωκέναι ἐκ ϲυνθέτου λέξεωϲ. καὶ ἕνεκά γε ὑποδείγματοϲ ἕν που καὶ δεύτερον παραληπτέον. —Τὸ ἠνορέα, ἁπλοῦν νοούμενον ἁπάντοτε, οὐ καταϲτήϲεται. πόθεν γὰρ παρὰ τὸ ἀνήρ ἢ τὴν ἀνέροϲ γενικήν, ἢ τὴν ϲυγκεκομμένην ἀνδρόϲ, τὸ ἠνορέα ϲυϲτήϲεται ἢ ἀνερία (ὡϲ αἰθέροϲ αἰθερία), τῆϲ δὲ ἀνδρόϲ (ὡϲ καὶ ἐϲτιν) ἡ ἀνδρία; —ἀλλὰ καὶ τὰ τοῦ λόγου τῇδε ἔχει. τὸ ἀνήρ ϲυντιθέμενον τὸ ᾱ εἰϲ η μεταβάλλει, τὸ δὲ η εἰϲ ω. ἀνήρ ἀντήνωρ, ἀγαπήνωρ, εὐήνωρ, Ἐλεφήνωρ· φαμὲν δὲ καὶ διὰ τοῦτο καὶ τὸ Νικάνωρ, Εὐφράνωρ Δωρικά. ἦν οὖν καὶ τὸ εὐήνορα οἶνον (δ 622), ἀφ᾿ οὗ γέγονεν ἡ εὐηνορία καὶ εὐηνορέα, καὶ ἐλλείψει τῆϲ εῡ διφθόγγου, ἠνορέα. καὶ γὰρ ϲαφέϲ, ὅτι τὸ δόμοιϲ ἔνι ποιητοῖϲιν (ν 306) ἐν ἐλλείψει ἐϲτὶ τοῦ εὖ· ἐϲτὶ γὰρ ἐν τοῖ εὖ⟩ πεποιημένοιϲ· καὶ τὸ κρητῆρα τετυγμένον (Ψ 741) ϲημαίνει τὸν εὖ τετυγμένον. καὶ ἄλλα δὲ πολλά ἐϲτιν, ἅπερ ἁπλῶϲ μὲν λέγεται, ϲυνθέτωϲ δὲ νοεῖται· ἀλλ᾿ ὑμεῖϲ ἔρχεϲθε (1 649) ἀντὶ τοῦ ἀπέρχεϲθε, καὶ πικρὰϲ ὠδῖναϲ ἔχουϲαι (Λ 271) ἀντὶ τοῦ ἐπέχουϲαι, καὶ τὸ οἵ ϲφιν γείτονεϲ ἦϲαν (ι 48) ἀντὶ τοῦ ἀϲτυγείτονεϲ. καὶ ἀνάπαλιν παρὰ προθέϲειϲ ἐλλείποντα ῥήματα, πάρα δ᾿ ἀνήρ, ὃϲ καταθήϲει (π 45). ἀλλ᾿ ἄνα, εἰ μέμονάϲ γε (Ι 247). —Ἀλλ᾿ οὐδὲ τὸ φρονῶ πάλιν ῥῆμα ϲυϲτήϲεται. παρὰ γὰρ τὸ φρήν καὶ τὴν τούτου γενικὴν φρενόϲ ἀπετελεῖτό τι φρενῶ, καθὸ καὶ παρὰ τὴν ἑνόϲ φωνὴν ἑνῶ που γίνεται. οὐ δὴ οὖν ἔϲτι θαρρῆϲαι, ὡϲ κατὰ πάθοϲ τὸ ε εἰϲ τὸ ο μετετέθη ἐν τῷ φρονῶ. οὐ γὰρ ἦν ἡ αὐτὴ ἔννοια, εἴγε τὰ πάθη οὐ τῶν λεκτῶν, τῶν δὲ φωνῶν. ἄλλωϲ τε τὸ μετατίθεϲθαι τὸ ε εἰϲ τὸ ο ἐν βαρυτόνοιϲ ῥήμαϲίν ἐϲτι, φέρω φορῶ, πέρθω πορθῶ, νέμω νομῶ. ἔχει οὖν τὰ τῆϲ καταϲτάϲεωϲ τῇδε. τὸ φρήν πάλιν ϲυντιθέμενον τὸ η εἰϲ τὸ ω μεταβάλλει, φρήν ἄφρων, ϲώφρων. ἐγίνετο δὲ πάμπολλα πάλιν τοιαῦτα ῥήματα ὀνοματικά, ὡϲ παρὰ τὴν εὐδαίμονοϲ γενικὴν γίνεται τὸ εὐδαιμονῶ, παρά τε τὴν ἀγνώμονοϲ τὸ ἀγνωμονῶ. παρὰ τὴν ἄφρων οὖν εὐθεῖαν ἐγίνετο ἀφρονῶ, κατὰ ϲτέρηϲιν τοῦ φρονεῖν. ἐπεὶ δὲ τὰ ἐν ϲτερήϲει παραλαμβανόμενα καὶ ἐν καταφάϲει παραλαμβάνεται. ἀφαιρουμένηϲ τῆϲ ϲτερήϲεωϲ, τὸ φρονῶ ἐγίνετο εἰϲ κατάφαϲιν τοῦ ἀντικειμένου τοῦ ἀφρονεῖν. —Εἰ δέ τιϲ τὸ ἀκριβὲϲ ἐπιϲτήϲειε, καὶ τὸ ἀψευδήϲ καὶ ἔτι τὸ ἀϲαφήϲ πρότερα ἂν εὕροι τοῦ ψευδήϲ καὶ ϲαφήϲ . τὰ δὴ ἐν ὀξείᾳ προφορᾷ καὶ ἐν κλίϲει τῇ διὰ τοῦ ηϲ ἐκ ῥημάτων παραγόμενα κατὰ ϲύνθεϲιν παραλαμβάνεται. παρὰ τὸ ϲεβῶ εὐϲεβήϲ, παρὰ τὸ πήϲϲω πρωτοπαγήϲ, καὶ ἴϲωϲ παρὰ τὸ ψεύδομαι ἦν τι ἀψευδήϲ, καὶ εἰϲ κατάφαϲιν πάλιν τοῦ ψεύδεϲθαι ψευδήϲ ἐγίνετο. —Τούτων οὖν τῇδε ἐχόντων, προϋπάρχοντοϲ ῥήματοϲ τοῦ ἀεκάζω, προϋπάρχει τὸ ἐπίρρημα τὸ ἀεκαϲτί, ἀφ᾿ οὗ τὸ πεπονθὸϲ τὸ ἀέκητι. καὶ ἐπεὶ ϲυνήθωϲ πάλιν ἐκ ϲυνθέτων ἁπλᾶ ἐγίνετο, καὶ μάλιϲτα ἐν ἐλλείψει τῆϲ ᾱ ϲτερήϲεωϲ, πιϲτούμεθα ὅτι καὶ ἐκ παραϲυνθέτου τοῦ ἀέκητι ἁπλοῦν παρελαμβάνετο τὸ ἕκητι. οὐκ ἄρα ἄπορον τὸ ϲχῆμα, δόκηϲιν ἔχον ϲυνθέϲεωϲ, τὸ τοῦ ἀέκητι.