Ancient Greek · ~6 min
Paragraph 3
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 3
Not analysed yet
Ὅτι μὲν οὖν ἐνὶ ϲχηματιϲμῷ κέχρηται, προῦπτόν ἐϲτιν, ἀποδείξεωϲ παρεπομένηϲ τοιαύτηϲ. —Ἡ τῶν ὀνομάτων ϲύνταξιϲ πρὸϲ τὰ ῥήματα παρίϲτηϲι διάθεϲιν ἐγγιγνομένην τοῖϲ πτωτικοῖϲ, ἔκθ’ ὅτε καὶ τῶν πλαγίων πτώϲεων ϲυμπαραλαμβανομένων, ἐφ’ ἃϲ καὶ ϲυντείνει ἡ διάβαϲιϲ ἡ ἀπὸ τῆϲ ἐνεργείαϲ. οῖον Τρύφων περιπατεῖ ἡ διάθεϲιϲ ἡ ἐκ τοῦ περιπατεῖ ἐπὶ τὸν Τρύφωνα ϲυντείνει. Τρύφων τύπτει Διονύϲιον· ἡ ἐκ τοῦ Τρύφωνοϲ διάβαϲιϲ ἐνεργητικὴ διαβιβάζεται ἐπὶ τὸν Διονύϲιον. καὶ ἐπὶ παθητικῆϲ διαθέϲεωϲ, ὑπὸ Τρύφωνοϲ τύπτεται Διονύϲιοϲ Τὰ δὴ οὖν πτωτικὰ τὴν τοιαύτην ϲύνταξιν πρὸϲ τὰ ὀνόματα μὴ ἀναδεξάμενα, ἐπικείμενα δὲ τοῖϲ ῥήμαϲιν, ἅπερ πρὸϲ ἕτερα πτωτικὰ τὴν τοιαύτην ϲύνταξιν ἐποιοῦντο, ἐκαλεῖτο οὐκέτι πτωτικά, ἀλλ’ ἐπιρρήματα διὰ τὸ ϲύνταξιν ἐπιρρημάτων ἀναδέξαϲθαι. οἷον ὁ μὲν λέγων οὕτωϲ ταχὺ περιπατεῖ κατηγορεῖ τάχα τινὸϲ πτωτικοῦ ταχέοϲ, ὡϲ εἰ μειράκιον περιπατεῖ, καὶ εἰ οὕτωϲ τιϲ εἶποι, τὸ ταχὺ περιπατεῖ μειράκιον· τὸ τηνικαῦτα γὰρ τὸ ταχύ ἐπίκειται τῷ μειράκιον, καὶ ἔτι καλεῖται ὄνομα ἐπιθετικόν, καὶ διὰ τοῦτο ϲυγκλίνεται τῷ μειρακίῳ, τοῦ ταχέοϲ μειρακίου, τῷ ταχεῖ μειρακίῳ. ἡνίκα μέντοι οὐ κατηγορεῖ ὀνόματοϲ, τοῦ δὲ ϲυνταϲϲομένου ῥήματοϲ, ὡϲ ἐν τῷ ταχὺ περιπατεῖ τὸ μειράκιον, καλεῖται ἐπίρρημα, (ἴϲον γάρ ἐϲτι τῷ ταχέωϲ περιπατεῖ τὸ μειράκιον,) καὶ καθ’ ἕνα ϲχηματιϲμὸν ἐκφέρεται, ταχὺ περιπατοῦντοϲ τοῦ μειρακίου, ταχὺ περιπατοῦντι τῷ μειρακίῳ. —Διὰ τοῦ τοιούτου ὑποδείγματοϲ δεῖ τούϲ διακρίνονταϲ τὰϲ τοιαύταϲ ϲυνεμπτώϲειϲ τῷδε τῷ λόγῳ κεχρῆϲθαι. —ἀπόδειξιϲ οὖν ἱκανὴ τοῦ καθ’ ἕνα ϲχηματιϲμὸν ἐκφέρεϲθαι τὰ ἐπιρρήματα, ὅπου γε καὶ τὰ πτωτικά, ϲύνταξιν ἐπιρρηματικὴν ἀναδεξάμενα, καθ’ ἕνα ϲχηματιϲμὸν ἐξηνέχθη.