Ancient Greek · ~5 min
Paragraph 4
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 4
Not analysed yet
Ὡϲ δὲ καὶ κατηγορεῖ τῶν ἐν τοῖϲ ῥήμαϲιν ἐγκλίϲεων, ϲαφὲϲ πάλιν καὶ διὰ τοῦ προκειμένου λόγου, ἐν οἷϲ πάντα τὰ πτωτικὰ ἐπιθετικά, κατηγοροῦντα οὐ τῶν ὀνομάτων, τῶν δὲ ῥημάτων, ἐπιρρήματα ἐγένετο, καὶ τὴν τούτων ἀκλιϲίαν ἀνεδέχετο. καὶ ὃν τρόπον ἔϲτι μὲν ὄνομα κύριον ἢ προϲηγορικὸν ἐπινοῆϲαι μὴ ἀπαιτοῦν ἐπιθετικὸν ὄνομα, ἐπιθετικὸν δὲ ὄνομα πάντωϲ ἀπαιτοῦν ᾧ ἐπίκειται, ἐξῃρημένων τῶν ἰδίᾳ τεταγμένων, λέγω τοῦ τερπικέραυνοϲ, ἐννοϲίγαιοϲ, τὸν αὐτὸν ἀεὶ τρόπον ἔϲτιν ἐπινοῆϲαι ῥῆμα μὲν δίχα ἐπιρρήματοϲ ϲυγκλεῖον λόγον, ἐπίρρημα δὲ οὐ μὴν δίχα ῥήματοϲ ἢ μετοχῆϲ, ἥ τιϲ δυνάμει ἰδίωμα ἔχει τὸ τοῦ ῥήματοϲ. καὶ οὐ τοῦτό φημι, ὅτι αἱ μετοχαὶ ἀπαρτίζουϲι διάνοιαν, ἀλλ’ ὅτι τὰ ἐπιρρήματα καὶ ἐπὶ μετοχὰϲ φέρεται. Ἐντελέϲτερον μέντοι δεδείξεται ἐν τῷ περὶ ϲυντάξεωϲ, ὡϲ τὰ μὲν θεματικώτερα ⟨μέρη⟩ τοῦ λόγου ὀνόματά ἐϲτι καὶ ῥήματα, τὰ δ’ ὑπόλοιπα τῶν μερῶν τοῦ λόγου ὡϲ πρὸϲ τὴν τούτων εὐχρηϲτίαν ἀνάγεται, τὰ μὲν ἄρθρα πρὸϲ τὰ πτωτικὰ ἢ ὡϲ πτωτικά, τὰ δὲ ἐπιρρήματα ὡϲ πρὸϲ τὰ ῥήματα, αἵ τε προθέϲειϲ πρὸϲ ἀμφότερα· διὸ καὶ μόναι ἀναϲτροφῆϲ τόνου ἔτυχον, καὶ τῇδε δύνανται ϲυντάϲϲεϲθαι, λέγω ὀνόμαϲι, καὶ τῇδε, λέγω ῥήμαϲιν. εἰρήϲεται δὲ καὶ πότε ἀντωνυμίαι ἀντ’ ὀνομάτων παραλαμβάνονται, τίνεϲ τε ἐν τῷ καθόλου ϲύνδεϲμοι ϲυνδέουϲιν ὄνομα καὶ ῥῆμα, καὶ τίνεϲ εἰϲὶ μερικοί.