Ancient Greek · ~12 min
Paragraph 31
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 31.1
Not analysed yet
Ἑξῆϲ ῥητέον καὶ περὶ τοῦ ὑπόδρα, περὶ οὗ Τρύφων ἐν τῷ περὶ ἐπιρρημάτων (p. 47 Velsen) φηϲίν ,ὡϲ οὐ δεόντωϲ βαρεῖαν τάϲιν ἀνεδέδεκτο. «τὴν γὰρ ἀποβολήν» φηϲι «φυλακτικὴν εἶναι τοῦ τόνου. τὸ ἄναξ, ἀποβαλὸν τὸ ξ, φυλάϲϲεται κατὰ τὴν αὐτὴν τάϲιν, Ζεῦ ἄνα Δωδωναῖε (Π 233) καὶ κατὰ κλητικὴν τὸ γύναιξ, ἐν τῷ ὦ γύναι· ἔτι τὸ γάλαξ, ἀφ᾿ οὗ γενικὴ ἡ γάλακτοϲ, ὅτε γίνεται πάλιν γάλα. ὅθεν εἰ καὶ τὸ ὑποδράξ ἐν ὀξείᾳ τάϲει ἐϲτί, ϲαφὲϲ ὅτι καὶ τὸ ἐν ἀποβολῇ τοῦ ξ πάλιν τὸν ἐπόντα τόνον φυλάξει.» —Τὸ τοιοῦτόν τινεϲ ἐπιλύονται, φάμενοι μὴ ἐν ἀποβολῇ τοῦ ξ τὸ ὑπόδρα γεγενῆϲθαι, ϲυνδέϲμων δὲ παραπληρωματικῶν ἐν ὑποϲτολῇ τοῦ η παραθέϲει, τοῦ ἐντελοῦϲ ὄντοϲ ὑπὸ δή ῥα ἰδών. «οὐδὲ γὰρ πιθανόν, παρακειμένου τοῦ ἰδών, τὸ ὑποδράξ παραλαμβάνειν· ἐν γὰρ τῷ ὑποδράξ ἔγκειται τὸ ὑπιδών.» ὥϲτε κατ᾿ αὐτούϲ μηδ᾿ ἐπίρρημα εἶναι τὸ ὑπόδρα, παράθεϲιν δὲ προθέϲεωϲ καὶ παραπληρωματικῶν ϲυνδέϲμων, ὥϲτε τὴν ὑπό τῷ ἰδών ϲυντάϲϲεϲθαι, καὶ εἶναι τὸ ἐξῆϲ ὑπιδών, τοῦ ῥά καὶ τοῦ δή μίαν καὶ τὴν αὐτὴν ἐχόντων δύναμιν. —Ἀλλ᾿ ἐϲτι γε πρὸϲ ἀμφοτέρουϲ τοὺϲ λόγουϲ φάναι. Καὶ πρὸϲ μὲν τὸν πρότερον, ὡϲ οὐκ ἔϲτιν ἀληθέϲ, ὡϲ τὰ ἐν ὑποϲτολῇ τῶν ϲυμφώνων, ἵνα μὴ μερικώτερόν τιϲ ἐπὶ τοῦ ξ διαλάβῃ, πάντοτε φυλακτικά ἐϲτι τοῦ τόνου, εἰ μὴ ὁ τύποϲ ὁ ὑπολειπόμενοϲ παραδέχοιτο τὸν τόνον. οἷον τὸ πολλάκιϲ ἢ δεκάκιϲ ἢ τὰ τοιαῦτα ἐν ἀποβολῇ τοῦ ϲ οὐ κωλύεται μένειν κατὰ τὸν αὐτὸν τόνον. εἴγε ἄπειρα τὰ εἰϲ ῑ λήγοντα ἐπιρρήματα κατὰ βαρεῖαν τάϲιν· τὰ δὲ ὀξυνόμενα ἔν τινι τηρήϲει ἐϲτὶ κατὰ τὴν ὀξύτητα, περὶ ὧν ἐκτεθείμεθα καὶ ἐν τῷ περὶ τοῦ ἕκητι. τούτῳ γὰρ τῷ λόγῳ καὶ τὸ χωρίϲ, ἀποβαλὸν τὸ ϲ, οὐκ ἐφύλαξε τὴν ἐπὶ τοῦ τέλουϲ ὀξεῖαν, ἀνεβίβαζε δέ, οὐχ ὑποπῖπτον τῇ ὀξύτητι τῶν εἰϲ ῑ ληγόντων ἐπιρρημάτων, ἐν τῷ χῶρι διατμήγουϲιν (Callim. fr. 48 Betley Schneider). ἔφαμεν δὲ καὶ αὐτὸ τὸ ἕκητι εὐλόγωϲ ἀναβεβιβακέναι τὸν τόνον. ἀλλὰ καὶ ἐπὶ τοῦ οὕτωϲ· ἡνίκα ἀποβάλλεται τὸ ϲ ἐν τῷ οὕτω, οὐκ εἴργεται τῆϲ βαρύτητοϲ τῆϲ κατὰ τὰ εἰϲ ωϲ, ἐπεὶ πάμπολλα τὰ ἐν βαρείᾳ τάϲει. καὶ ἐπ᾿ ὀνομάτων δὲ ἔϲτι τὸ αὐτὸ παραϲτῆϲαι, καὶ ἐπ᾿ ἄλλων μερῶν λόγου, εἴγε, ὡϲ ἔφαμεν, τὸ ϲυνεληλαϲμένοι, ἐνδεῆϲαν του ϲ, ἀναγκαίωϲ ἀνεβίβαζε τὸν τόνον, τὸ δεϲπότηϲ, τὸ ἐργάτηϲ. τό γε μὴν ϲυγχεῦαι δεῖ φυλάϲϲειν τὸν αὐτὸν τόνον. ἀναγκαίωϲ δὲ καὶ τὸ ἄναξ, ἀποβαλὸν τὸ ξ, τὸν αὐτὸν τόνον φυλάϲϲει. πολλαὶ γὰρ αἱ εἰϲ ᾱ βαρυνόμενον κλητικαὶ τῶν ἀρϲενικῶν, Ὀρέϲτα, Θυέϲτα. καὶ αὐτὸ δὲ τὸ τοῦ ἄναξ πάθοϲ ἀνάλογον, ἐν οἷϲ τῆϲ μὲν εὐθείαϲ τὸ ξ οὐκ ἀφείλετο, κλητικῆϲ δὲ τῆϲ δυναμένηϲ καὶ εἰϲ ᾱ λῆξαι, ὡϲ ἀνάπαλιν οἰκείωϲ ἐπὶ τοῦ γάλαξ τὸ ξ ἀπέβαλλεν, ἀνεφίκτου οὔϲηϲ τῆϲ εἰϲ ξ καταλήξεωϲ, ἐπεὶ οὐδὲν οὐδέτερον εἰϲ διπλοῦν λήγει. —ἄπειροϲ ἡ εἰϲ τὸ τοιοῦτον παράθεϲιϲ. ὅθεν χωρητέον καὶ ἐπὶ τὸν προκείμενον λόγον.