Ancient Greek · ~7 min
Paragraph 32
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 32
Not analysed yet
Τὸ δὴ ὑπόδρα δύναται μὲν καὶ κατὰ φύϲιν εἰϲ ᾱ λήγειν, δύναται δὲ καὶ κατ᾿ ἔλλειψιν τοῦ ξ ἐξενεχθὲν τάϲιν ἀνάλογον ἀναδεδέχθαι. —ἐντελὲϲ μὲν οὖν ἐϲτὶν ἐν τῇ ληγούϲῃ, εἰ τῇδε εἴη ἐϲχηματιϲμένον. τὸ δρῶ ϲημαίνει καὶ τὸ ὁρῶ, ἀφ᾿ οὗ καὶ τὸ δρωπάζειν, καὶ τὸ δραπέτηϲ ὁ ἐπιβλέπων τοὺϲ δεϲπόταϲ. καὶ ϲαφὲϲ ὅτι ἐγένετο ἐπίρρημα είϲ ᾱ περατούμενον, ὅμοιον τῷ ἀντῶ ἄντα, ἠρεμῶ ἠρέμα· ἀφ᾿ οὐ ϲύνθετον τὸ ὑπόδρα. —δύναται δὲ καὶ παρὰ τὸ ὁρῶ εἶναι τὸ ἀκόλουθον ὅρα, καθότι εἴπομεν καὶ τῷ ἀντῶ ἄντα παρακεῖϲθαι, ϲιγῶ ϲῖγα. ὃ δὴ πλεονάϲαν τῷ δ ἐγένετο ὑπόδρα, καθότι καὶ ἐν τῷ μίγα τὸ μίγδα, δ δὴ πάλιν παρέκειτο ῥήματι τῷ μίϲγω· τῆϲ ϲυναλοιφῆϲ Ἰωνικωτέραϲ γενομένηϲ, καθότι καὶ ἐπὶ τοῦ ἀπηλιώτηϲ. —Ἀλλ᾿ εἰ καὶ ἀπὸ τοῦ ὑποδράξ εἴη, ὅπερ πάλιν τῷ δέρκω παράκειται, ὡϲ ἐν τοῖϲ ἑξῆϲ δεδείξεται, δύναιτο ἄν, καθὼϲ ἐπεδείξαμεν, καὶ ἐν ἀποβολῇ τοῦ ξ γενόμενον βαρεῖαν τάϲιν ἀναδέξαϲθαι. πρῶτον μὲν γὰρ οὐκ ἀνέφικτον τὸ πάθοϲ, ἐπεὶ οἷόντε καὶ εἰϲ ᾱ λήγειν ἐπιρρήματα. ἀλλ᾿ ἐπεὶ τὰ εἰϲ ᾱ λήγοντα ὀξυνόμενα ὑποπίπτει λόγοιϲ τοιούτοιϲ, ϲυνέχουϲι τὴν ὀξύτητα τοῦ ᾱ, καθὼϲ ἐν τοῖϲ ἑξῆϲ εἰρήϲεται, ὡϲ τὰ μὲν εἰϲ δᾱ παρακείμενα τοῖϲ εἰϲ δον ὀξύνεται, τά τε ὁμοφωνοῦντα ὀνομαϲτικῇ πληθυντικῇ οὐδετέρᾳ, καὶ ὥϲ τινα τῶν εἰϲ θᾱ· τὰ γὰρ μὴ οὕτωϲ ἔχοντα ἐν βαρείᾳ τάϲει εἰϲίν, ὥϲπερ τὸ αἶψα, τὸ τάχα, ῥίμφα, ὄφρα· δῆλον ὡϲ καὶ τὸ ὑπόδρα, οὐ πῖπτον ὑπὸ τὸν λόγον τῶν ὀξυνομένων, τὸν τῶν βαρυτόνων ἐπιρρημάτων τόνον ἀναδέξεται. πρόκειται αὕτη ἡ ἀπόδειξιϲ ἔν τε τῷ περὶ τοῦ ἀέκητι καὶ τοῖϲ κατειλεγμένοιϲ κατὰ τὰϲ αἰτίαϲ τῶν ϲυμφώνων τῶν ἀναβιβαζόντων τὸν τόνον.