Ancient Greek · ~4 min
Paragraph 35
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 35
Not analysed yet
Ὅτι δὲ καὶ τὸ πύξ καὶ τὸ λάξ καὶ τὰ τούτοιϲ ὅμοια ϲχήματα οὐ πάντωϲ διὰ τὴν μετάληψιν τὴν εἰϲ τὸ πυγμῇ ,καθότι τινὲϲ ωήθηϲαν, ὀνόματα ἂν εἴη. ϲαφὲϲ ἐκ τοῦ ἐπὶ ῥῆμα φέρεϲθαι πάντοτε τὰϲ φωνάϲ, καθότι καὶ τὰ ἄλλα τῶν ἐπιρρημάτων, καὶ ἐκ τῆϲ παρεπομένηϲ ἀκλιϲίαϲ ἐπὶ τὰϲ πτώϲειϲ καὶ τοὺϲ ἀριθμούϲ, ὅπερ παρεπόμενον ἦν, ὡϲ πρό κειται, τῷ ἐπιρρήματι. καὶ γὰρ ἂν τὰ ὀνόματα ἐπὶ τὰ ῥήματα φέρηται, ἀλλ’ οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν οὐδὲ καθ’ ἕνα ϲχηματιϲμόν. ἀλλ ’οὐδὲ ἐκεῖνο θαρϲήϲειέ τιϲ φάναι, ὡϲ καὶ ἄλλα ὀνόματα ἄκλιτα ἂν εἴη, καὶ οὐ παρὰ τοῦτο ἐπιρρήματα, εἴγε τῆϲ ἀκλιϲίαϲ ἐκείνων λόγον ἔϲτιν εὑρέϲθαι, λέγω τοῦ πέντε ἢ ἕξ καὶ τῶν τοιούτων, ἢ καὶ τῶν ϲτοι χείων, ὡϲ κατὰ τὸ δέον ἐκτεθείμεθα οὐκ ἔϲτι μέντοι ἐπινοῆϲαι ὄνομά τι ἐϲ διπλοῦν λῆγον, ὃ οὐ πάντωϲ κλίϲεωϲ ἔτυχε. καὶ ἕνεκα κλίϲεωϲ καὶ ϲυντάξεωϲ τὸ μὲν πτύξ ὄνομά ἐϲτιν, ἐπεὶ καὶ πτυχόϲ καὶ πτύχεϲ· τὸ δὲ πύξ ἐπίρρημα καὶ τὸ λάξ, ϲυνταϲϲόμενα τοῖϲ ῥήμαϲι καὶ οὐκ ἔχοντά τιν’ ἄλλην ϲύνταξιν ἢ τὴν ῥηματικήν.