Ancient Greek · ~7 min
Paragraph 36
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 36
Not analysed yet
Ἀκολούθωϲ διαληπτέον καὶ περὶ ἐπικρίϲεωϲ τοῦ πέντε καὶ τῶν τοιούτων ,μὴ ἄρα καὶ αὐτὰ διὰ τὴν παρεπομένην ἀκλιϲίαν ἐπιρρήματα ὑπολάβῃ τιϲ ἀριθμοῦ δηλωτικὰ εῖναι. —Διότι μὲν οὖν ,ὀνόματα ὄντα, ἄκλιτά ἐϲτιν, ἐντελέϲτερον μὲν εἴρηται ἐν τῷ περὶ ἀντωνυμιῶν, ἔνθα καὶ ἐπεδείκνυμεν, καθ’ ὃν λόγον αἱ ἀντωνυμίαι ἄκλιτοι, ὡϲ ἕνεκά γε τῶν παρεπομένων φωνῶν. ἦν δὲ τὰ ϲυνεκτικὰ τῶν λόγων ,ὡϲ τὰ διὰ μιᾶϲ φωνῆϲ τριγένειαν ὑπαγορεύοντα οὐκ ἐφικτὰ εἰϲ κλίϲειϲ. καὶ ἕνεκά γε τούτου τὸ μὲν τρεῖϲ καὶ τέϲϲαρεϲ καὶ εἶ τιϲ τοιοῦτοϲ ἀριθμὸϲ ⟨οὐ⟩ μοναδικὸϲ κατὰ τριγένειαν ,ἐκλίνετο, τὰ δὲ πέντε καὶ τὰ ὅμοια οὐκέτι. ἄλλωϲ τε καὶ οἱ κανόνεϲ τῶν ὀνομάτων ἀρχὴν ἔχουϲι τὴν θέϲιν τῆϲ λέξεωϲ, ὅτε φαμὲν τὰ εἰϲ ω λήγοντα ἢ εἰϲ υξ ἢ εἰϲ αξ, ἢ ὅτε φαμὲν τὰ πληθυντικὰ εἰϲ αι λήγειν ἢ εἰϲ εϲ ἢ εἰϲ οι, ἐφ’ ὧν τὸ δέον παρελαμβάνετο κατὰ τὰϲ κλίϲειϲ. τὸ δὲ πέντε καὶ ἕξ οὐκ ἔχεται ἀρχῆϲ κανονικῆϲ· ποῖον γὰρ πληθυντικὸν εἰϲ εξ λήγει ποῖον δὲ πληθυντικὸν εἰϲ ε λήγει; καὶ τὸ τοιοῦτον ἐντελέϲτερον ἐπιδειχθήϲεται ἐν ἑτέροιϲ. ἔνθεν οὖν ὑπεχώρηϲαν οἱ κανόνεϲ, οὐ δυνάμενοι κατὰ τῶν ἰδίων παραλαμβάνεϲθαι λημμάτων φαμὲν κὰν τοῖϲ προκειμένοιϲ, ὅτι ἑτέρα μὲν ϲύνταξίϲ ἐϲτιν ἡ τῶν ἐπιρρημάτων πρὸϲ τὰ ῥήματα, ἑτέρα δὲ ἡ τῶν πτωτικῶν ὡϲ πρὸϲ τὰ ῥήματα. τῇδε οὖν τούτων ἐχόντων, φαμὲν οὕτωϲ, πεντάκιϲ παρεγένετο, τετράκιϲ παρεγένετο, οὐ μὴν ἔτι οὕτωϲ, πέντε παρεγένετο, ὅπερ εἰ μὴ ὀνοματικὸν εἴη, κἂν καθ’ ἕνα ϲχηματιϲμὸν εἰχε τὸ πέντε ὡϲ πρὸϲ τὴν τῶν ῥημάτων ϲύν ταξιν. φαμὲν δὲ πέν τε παρεγένοντο, ϲυμπληθυνομένου τοῦ ῥήματοϲ ὡϲ πρὸϲ τὸ ὄνομα, ὡϲ εἰ καὶ ἄνθ ρωποι παρεγένοντο.